Exposition on the Psalms · §ps024-open

Expositio in Psalmos Psalm Κ∆ʹ opening

Psalm Κ∆ʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Κ∆ʹ. — Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Greek

ΨΑΛΜΟΣ Κ∆ʹ. Ψαλμὸς τῷ ∆αβίδ. (A f. 135) Εἰσηγεῖται δὲ καὶ παραίνεσιν πᾶσιν ἀν θρώποις ὠφέλιμον· ἁρμόζει δὲ μάλιστα ὁ προκείμε νος ψαλμὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολουθίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐν μὲν γὰρ ἐκείνῳ κλῆσις ἦν ἐθνῶν καὶ μυσταγωγία, διὰ τοῦ ἁγίου Πνεύματος διδάσκουσα τίσιν ἄρα γένοιτο βάσι μος ἡ ἄνω πόλις, ὅτι τοῖς ἀθώοις χερσὶ καὶ καθαροῖς τῇ καρδίᾳ, καὶ ὅτι Χριστὸς ὁδοποιήσει τῇ ἀνθρώπου φύσει τὴν εἰς τὸ ἄνω βάδισιν, πρόδρομος ὑπὲρ ἡμῶν εἰς οὐρανοὺς ἀναβάς· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ, τὸ τῶν κεκλημένων εἰσφέρεται πρόσωπον, ἤγουν 69.848 ἁπάντων τῶν συνειλεγμένων ἐν πίστει πρὸς ἐνότητα πνευματικήν. Καὶ ἀπευθύνεσθαι ζητεῖ παρὰ τοῦ κα λέσαντος Θεοῦ πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγ καίου θήραν, καὶ καθυπισχνεῖται τὸ γνήσιον. Ἄκουε γὰρ οἷα, μετὰ τὸ ἐπιστρέψαι ἐκ πλάνης, χορὸς εἷς οἱ πάντες γενόμενοι λέγουσι. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρί βους σου [δίδαξόν με]. (A f. 135 b) "Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου." Οἱ γὰρ πάλαι τὰς τοῦ διαβόλου τρέχοντες ὁδοὺς, νῦν τὰς ὁδοὺς τοῦ Κυρίου περιεργάζοντες, τουτέστι τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ τοὺς τρό πους τῆς ἁγιοπρεποῦς πολιτείας· αὗται γάρ εἰσιν αἱ τρίβοι τοῦ Κυρίου. Καὶ ὁ μὲν νόμος σκιὰν ἔχει καὶ μόρφωσιν τῆς ἀληθείας· τὸ δὲ Εὐαγγέλιον, αὐτή ἐστιν ἡ ἀλήθεια, εἰς ἣν ὁδηγεῖσθαι παρακαλοῦσιν ὑπὸ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ ἀλήθειά ἐστι, καὶ φέρει ἐπ' αὐτὸν ὁ Πατὴρ τοὺς ἐπιζητοῦντας αὐτὸν διὰ πίστεως. Οὕτω γάρ που πρὸς Ἰουδαίους φησίν· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐ τόν." Τάχα δὲ καὶ ἡ τοῦ νόμου παιδαγωγία, ὁδὸς καὶ τρίβος τοῦ Κυρίου λέγεται ἄγουσα ἐπὶ τὴν ἀλή θειαν, τουτέστιν ἐπὶ τὸν Χριστόν· περὶ αὐτοῦ γὰρ ἔγραψεν ὁ Μωσῆς· Γνώρισον οὖν μοι τὰς ἐν τῷ νόμῳ σκιὰς, αἵτινες εἰκονίζουσι τὴν ἀλήθειαν. Παρακαλεῖ δὲ καὶ ὁ ∆αβὶδ μαθεῖν τὰς ὁδοὺς τοῦ Θεοῦ,

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.