Exposition on the Psalms · §ps029-rem-early

Psalm Λʹ rem early

Rem early: Psalm Λʹ; historia and theoria on the lemma toward Christ.

Greek

ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος περὶ τῆς παρθένου· "Ἵνα ᾖ ἁγία πνεύματι καὶ σώματι·" ποτὲ τὴν ψυχὴν, ὡς παρ' Ἰα κώβῳ, "Ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι·" ποτὲ δὲ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδὸς, ὡς τὸ, "Τίς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ;" Τὸ δὲ προκείμενον, κατὰ τοὺς τρεῖς νοηθήσεται τρόπους. Ὁ μέντοι ∆αβὶδ παρὰ τῶν πο λεμίων ἁλοὺς, ὑπὸ Θεοῦ λελυτρῶσθαί φησι, καὶ ὡς μηδὲ ψευσθεὶς τῶν ἐλπίδων, οἰκείως Θεὸν ἀλήθειαν αὐτὸν ὀνομάζει. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. (A f. 168, C f. 61 b) Εἰ μὲν οὖν τὸ εὐρύχωρον ταυτόν ἐστι τῇ ὁδῷ τῇ πλατείᾳ, ἥτις ἐστὶν ἡ φιληδο νία· εὐχαριστεῖ ὁ δίκαιος διότι ἐν τῷ περιγείῳ τόπῳ τυγχάνων, ἐν ᾧ διὰ τὰς ἐμφωλευούσας κακίας τὸ ζῇν ἐστιν ἐπισφαλὲς, στάσιν ἔσχε τοῦ μὴ τῇδε κἀκεῖσε πρὸς τῶν παθῶν περιφέρεσθαι. Εἰ δὲ ὡς ἐπαινετόν φησι τὸ εὐρύχωρον, ὁμολογεῖ χάριν ὅτι θλιβόμενος οὐ στενοχωρεῖται, πλατυνόμενος καὶ τοῖς πόνοις ἐγκαρτερῶν. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι. (A f. 168, D f. 91) ∆οκεῖ μέν πως οὐ σφόδρα συν ᾴδειν τοῖς ἀνωτέρω στίχοις ἡ τοῦ προκειμένου διά νοια. Ἐρεῖ γάρ τις ἴσως, ὅτι ὁ ἐν εὐρυχώρῳ λέγων τοὺς ἑαυτοῦ στῆναι πόδας, πῶς ἐνθάδε θλίβεσθαί φη σιν, ὥσπερ εἰς λήθην ἐνεχθεὶς ὧν ἔφησε; Τί οὖν ἐροῦ μεν; Αἰσθάνεται μὲν τῆς χάριτος τῆς διὰ Χριστοῦ, καὶ δὴ τεθαύμακε τῆς ἐπικουρίας τὸν τρόπον· ἀλλ' οἷον οὔπω τυχὼν, ἀναμασσᾶται τὰ διηγήματα, καὶ τῶν πρὸ τῆς χάριτος διαμνημονεύει κακῶν, ἵνα καὶ ἔτι μειζόνως ὁ σώσας θαυμάζηται. Τίς δὲ ἡ θλίψις, διεξοδικώτερον ἐκφράζει. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, κ.τ.λ. (A f. 168. b) Κἂν ἐπὶ τὸν ἐξομολογούμενον δὲ ἐν 69.861 τῷ ψαλμῷ λαμβάνηται, τὴν πολλὴν αὐτοῦ τά τε πρὸ τούτων ῥητὰ καὶ τὰ νῦν παρίστησι κάκωσιν. Γέγονα γὰρ, φησὶν, ὄνειδος παρ' ἐχθροῖς, ὡς ἐμαυτὸν κατακόπτων εἰκῆ, καὶ τοῖς γνωστοῖς καὶ γείτοσι φό βος, δεδιόσιν, οἶμαί που, μὴ ἄρα πως καὶ ἀπολοίμην διὰ τὴν ἐν τῇ πρὸς Θεὸν ἐξομολογήσει βλεπομένην ταλαιπωρίαν, καὶ τὴν ὑπερβολὴν ἧς ἐνεδεικνύμην μετανοίας· σάκκῳ καὶ σποδῷ κατατρυχόμενος, καὶ νυκτὸς καὶ ἡμέρας κλαίων, καὶ τοῖς οὕτως ἀνιαροῖς ἐκτηκόμενος πόνοις. Καὶ οἱ θεωροῦντες ἔξω ἀπ' ἐμοῦ πεφεύγασιν, ἀπεγνωκότες μου τὴν σωτηρίαν ὡς ἤδη γεγονότος νεκροῦ· τάχα που μαίνεσθαι λέγοντες, καὶ οὐδὲ ὅλως ἐφίεσθαι τοῦ ζῇν. Ὥστε καὶ εἰς λήθην πέμψαι τὰ κατ' ἐμὲ, οἰηθῆναί τε ὅτι σκεῦός εἰμι ἀχρεῖον καὶ ἀπολωλός. Φευγόντων γὰρ αὐτῶν ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρός. Ἐδόκουν δὲ καὶ παρεῤῥίφθαι ὥσπερ τῶν σκευῶν τὰ ἀτιμώτατα καὶ τοῦ μηδενὸς ἄξια, καὶ διὰ τοῦτο μὴ ἐπιζητού μενα. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. (D f. 91 b) Ἀπὸ καρδίας, τουτέστι ἀπὸ τοῦ νοὸς καὶ τῆς μνήμης. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. (A f. 169) Τάχα δὲ τὸ, Ἤκουσα ψόγον, αἰτία ἐστὶ τῶν ἀνωτέρω ῥηθέντων· ὡς ἂν εἰ λέγοι· Οὐ μάτην ἐμαυτὸν ἐκάκουν, ἀλλὰ διότι οἱ ἀφανεῖς ἐχθροὶ, περι πεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλ λήλους, ὅπως τὴν ἐμὴν ψυχὴν διαρπάσωσι· διὸ τῇ πολλῇ κακώσει, τὸν Θεὸν ἐπεσπώμην εἰς ἔλεον. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. (A f. 169) Ἢ οἱ παρὰ Θεῷ κλῆροι, περὶ ὧν ὁ θεῖός φησι ∆αβίδ. Τὰ ἐν ἐλπίσιν εἰσὶν ἀγαθὰ τοῖς εὐσεβοῦ σιν ἐπηγγελμένα· ἃ καὶ ἀποδώσει αὐτοῖς [κατὰ]

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.