Psalm ΛΑʹ rem early
Rem early: Psalm ΛΑʹ; historia and theoria on the lemma toward Christ.
Greek
ἀπὸ θλίψεως τῆς περιεχού σης με. (A f. 172 b) Μέγα τὸ μὴ φρονεῖν ἐφ' ἑαυτῷ, εἰ δέναι δὲ μᾶλλον τὸν ἐξελέσθαι δυνάμενον, ὅταν ἡμῶν κατατρέχωσι λογισμοὶ καὶ θλίψεις αἱ δι' εὐσέβειαν σκηπτοῦ δίκην ἐμπίπτουσαι καὶ θορυβοῦσαι. Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυ κλωσάντων με. (A f. 172 b) Ταῦτά φησιν ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν διὰ Χριστοῦ σωτηρίαν, δι' οὗ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν· μετημφιασάμεθα δὲ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καταπλουτήσαντες ἀγαθῶν; Κυ κλοῦσι δὲ τοὺς ἁγίους οὐκ ἄνθρωποι μόνον δυσσεβεῖς καὶ ἀλιτήριοι, ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ φιλοκάκουργα τῶν δαιμόνων στίφη. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ μου ταύτῃ ᾗ σὺ πορεύσῃ. (A f. 173) Εὐξαμένῳ λύτρωσιν ἐχθρῶν, ἀντιφθέγ γεται Θεὸς ὁδηγήσειν ἐπαγγελλόμενος ἐν εὐθείᾳ ὁδῷ· Συνετίσω σε γὰρ, φησὶ, καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις ἐπὶ τὸ τρισμακάριον ἄγουσαν τέλος, καὶ ἔσομαι πάντως τε ἐποπτεύων τὰ κατὰ σὲ, ὅπως ἐκ τῶν φωτιστικῶν αὐγῶν φωτιζόμενος, τὴν ὁδὸν βλέ πειν ἔχῃς τὴν ἐπηγγελμένην σοι. Ἐν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.