Exposition on the Psalms · §ps036-open

Expositio in Psalmos Psalm ΛΗʹ opening

Psalm ΛΗʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΛΗʹ. — Ὥστε μὴ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἢ λοιδορίαν ἀντὶ λοιδορίας.

Greek

ΨΑΛΜΟΣ ΛΗʹ. Ὠδὴ τῷ ∆αβίδ· εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. (A f. 214) Ἱεροψάλτης ὑπάρχων ὁ Ἰδιθοὺμ καὶ προφητικῇ χάριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωποποιΐαν εἰσφέρων αὐτοῦ τοῦ ∆αβὶδ ἐξομολο γουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Ἢ τὴν μὲν ᾠδὴν ὁ ∆αβὶδ συνέταξε, δέδωκε δὲ τῷ Ἰδιθοὺμ εἰς τὸ ψάλλειν· εἰς τὸ τέλος δὲ παραπέμπει ἡμᾶς, ἐπειδὴ τῆς ἀν θρωπείας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύτης ὑποδείκνυσι τέλος. Εἶπε δὲ τὸν ψαλμὸν ὁ ∆αβὶδ ὑπὸ Ἀβεσσαλὼμ διωκόμενος, καὶ ὑπὸ Σεμεεὶ λοιδορούμενος. Ἐμφέρεια δὲ πλείστη τῆς παρούσης ᾠδῆς πρὸς τὸν προλαβόντα ψαλμόν· ἀλλ' ἐκεῖνον μὲν ὁ ∆αβὶδ εἰς ἀνάμνησιν συνέταξεν ἑαυτῷ, ταύτην δὲ παρέδωκεν ἑτέροις, ὡς ἡμαρτηκότας μετάνοιαν τὴν ἴσην ζηλοῦν. Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, κ.τ.λ., ἐσίγησα ἐξ ἀγαθῶν. (A f. 214, B f. 140 b, I f. 129 b) Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐπειδὴ γὰρ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐνεργουμένη, καὶ σχεδὸν πά σης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, συνθήκας, φησὶ, πρὸς ἐμαυτὸν ἐποιησάμην, ὅπως μὴ ἁμάρτω τῇ γλώσσῃ, διὰ τὸ καὶ ὑπὲρ ἀργοῦ λόγου μέλλειν λόγους ὑπέχειν, καὶ ἐκ τῶν λόγων τῶν οἰκείων ἢ δικαιοῦσθαι ἢ κατακρίνεσθαι. Ἀλλὰ φαίη τις ἄν· Καὶ πῶς ἦν ἁμαρτάνειν, τὸ τοῖς ὀνειδίζουσιν ἀντιφέρεσθαι; Πρὸς τοῦτο ἐροῦμεν ὡς ὁ σοφὸς διδάσκει Πέτρος· "Ὥστε μὴ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἢ λοιδορίαν ἀντὶ λοιδορίας." Ἔφη δὲ Παῦλος, ὅτι "Καὶ καταρώ μενοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν." Καὶ περὶ τοῦ Σωτῆρος δὲ ὁ Πέτρος φησίν· "Ὃς λοιδορούμενος οὐκ ἐλοιδόρει, πάσχων οὐκ ἠπείλει, 69.972 παρεδίδου δὲ τῷ κρίνοντι δικαίως." Τὸ δὲ ἐξ ἀγαθῶν, εὐφήμως ἀντὶ τῶν κακῶν τὰ ἀγαθὰ τέθεικεν· καθ άπερ ἀμέλει καὶ τοὺς τὰς ὄψεις ἠδικημένους, βλέπον τας πολλάκις κατονομάζειν ἔθος ἐστίν. Καὶ καθ' ἕτε ρον νοήσεις τρόπον. Οὐ γάρ τοι, φησὶν, εἷς ὑπάρχων κἀγὼ τῶν ἐξ ἔθους ἀτιμάζεσθαι πεφυκότων, οἷς καὶ οὐχ ἑκοῦσιν τοὺς τῶν κρατούντων [ἀνάγκη] φέρειν ὀνειδισμοὺς, ἀλλ' εἷς ὑπάρχων τῶν ἐν πᾶσι τοῖς ἀγα θοῖς, ἅτε δὴ καὶ βασιλικῇ δόξῃ κατεστεμμένος, τὴν ἀτιμίαν ὅμως ὑπήνεγκα, καὶ φυλακὴν ἐθέμην τῷ στόματί μου. Ἀλλ' οὔτε ἐξ ἀναισθησίας τοῦτο παθὼν, ἀλλ' ἐκ τοῦ φιλοσοφεῖν ἑλέσθαι, καὶ ταπεινοῦν ἑαυτὸν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. (A f. 215, B f. 141, L f. 106 b, I f. 195 b) Ἡ μνήμη, φησὶ, τῆς ἁμαρτίας, οἷα πῦρ εἰς τὴν καρδίαν μου ἐγένετο. Ἢ ἐπειδὴ ἔθος τοῖς ὀργιζομένοις ἀνά πτεσθαι, τοῦ περικαρδίου αὐτοῖς αἴματος περιζέοντος, Ἐθερμάνθη, φησὶν, ἡ καρδία μου ἐφ' οἷς ἐλοιδορούμην. Ἀκολούθως δὲ εἴρηκε τὸ ἐπὶ τοῦ πυρὸς συμβαῖνον· προηγεῖται γὰρ τοῦ πυρὸς ἡ τῆς φλογὸς θέρμη· πρῶ τον οὖν ἐθερμάνθη, εἶτα ἐξήφθη. Μελετῶν τὴν ἀρε τὴν, δῆλον δὲ ὅτι τὴν ἀνεξικακίαν, ἐν τοῖς ἐμοῖς σπλάγχνοις ἐξεκαύθη πῦρ· καταφλέγουσι γὰρ αἱ λύπαι καὶ αὐτὰς τῶν ἁγίων ψυχὰς, ἀλλ' οὐκ εἰς πέρας ἄγεταί τι τῶν ἐκ θυμοῦ καὶ ὀργῆς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, "Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε." Τὸ μὲν γὰρ μηδ' ὅλως εἰσδέξασθαι τὴν ὀργὴν, μηδὲ 85 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. θερμαν θῆναι, κρεῖττον ἴσως ἢ καθ' ἡμᾶς καὶ οὐκ ἐφ' ἡμῖν τάχα που· τὸ δὲ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.