Exposition on the Psalms · §ps036-rem-close

Psalm ΛΗʹ rem close

Rem CLOSEOUT: Psalm ΛΗʹ CLOSEOUT.

Greek

ἐπενηνεγμένα τῆς ἄνωθεν, Θεοῦ παιδεύοντος φιλόπαιδος ἐν τάξει πατρὸς ἐπὶ τῷ ἐκλέ γεσθαι τὰ βελτίω; Οὐκοῦν κἂν εἰ παιδεύοι Θεὸς διὰ συμμέτρου κινήσεως, ἀλλ' οὖν αὐτὸς εὑρίσκεται χο ρηγὸς τοῖς πάσχουσι καρτερίας καὶ ὑπομονῆς· τοῦτο γὰρ δηλοῖ ἡ ὑπόστασις. Εἰ δέ τις εἴποι καὶ τὴν ὕπαρ ξιν καὶ κατασκευὴν τῆς φύσεως ἢ καὶ τὴν καραδοκίαν δηλοῦσθαι διὰ τῆς ὑποστάσεως, οὐδ' οὕτω κακῶς· παρὰ Θεοῦ γὰρ καὶ εἰς τὸ εἶναι ὑπέστημεν, καὶ αὐτὸν προσδοκίαν καὶ ἐλπίδα ἔχομεν. Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με. (B f. 142, I f. 105 b) Σύ μοι τὸ δύνασθαι φέρειν κεχάρισαι, τὸ μηδὲν ἐξ ἀνθρωπίνης ἀσθενείας εἰπεῖν ἢ δρᾶσαι· σὺ δὲ καὶ παιδεύσας ὑποστῆναί με ταῦτα, καὶ δύνασθαι φέρειν ἐποίησας. Ἡ δὲ σύνταξις τοῦ προκειμένου ῥητοῦ τοιαύτη ἐστίν· Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὅτι σὺ ἐποίησας, τουτέστιν ἔπλασας, καὶ ὡς δημιουργὸς τὴν ἐνοῦσαν ἀσθένειαν τῇ ἀνθρωπείᾳ φύσει ἐπίστασαι. Γέγραπται δὲ καὶ ἑτέρωθι, ὅτι "Φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα." Εὑρή σομεν δὲ καὶ τὸν τληπαθέστατον Ἰὼβ τοιαύταις χρη σάμενον λέξεσιν· "Μνήσθητι γὰρ, φησὶν, ὅτι χοῦν με ἔπλασας." Καὶ πάλιν· "Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρασας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας;" Καὶ πάλιν ὁ αὐτὸς ∆αβίδ· "Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὠσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει." Τοιαύταις γὰρ φωναῖς οἱ ἅγιοι κέχρηνται, ἀμνηστίας ἁμαρτιῶν τυχεῖν ἐφιέμε νοι παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τὴν ἀνθρωπίνην ἀσθέ νειαν ἐνδεικνύμενοι. Καί γε πάντες τὸ τῆς φύσεως εὐόλισθον πρὸς ἁμαρτίας εἰς συγγνώμην προτείνουσι. Αἰτεῖ τοίνυν συγγνώμην ὡς ἀποχρώντως ἤδη πεπαι δευμένος. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου. (K f. 80 b) Φέρω, φησὶν, ὀνειδιζόμενος νῦν, καὶ οὐδὲν ἀντιφθέγγομαι, ὡς παρὰ σοῦ τοῦτο εἰδὼς βουλομένου με τοῖς ὀνείδεσι ἐγγυμνάζεσθαι. Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν. (A f. 218) Τάχα δὲ καὶ τὰ λυπηρὰ καὶ δακρύων αἴτια, ἤδη ποτὲ παυθῆναι παρακαλεῖ· οὐχ ὅσον εἰς μακαριότητα παντελῆ (οὐ γάρ ἐστιν αὕτη νῦν), ἀλλ' ὅσον εἰς ἀνάψυξιν καὶ παραμυθίαν, ἣν ἐν τῷ βραχεῖ βίῳ ζητοῦμεν, ὃν ἐν γῇ ζῶμεν, ὥσπερ 87 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ξένοι καὶ πάρ οικοι, ἐκ πατέρων ἔχοντες τὸ ὑφ' ἁμαρτίας εἶναι, καὶ ταῖς δι' ἁμαρτίας κακώσεσι κατεχόμενοι καὶ τῷ ἐξ Ἀδὰμ θανάτῳ· ὃν πρὶν ἐπιπεσεῖν, ἀξιοῦμέν τινα καὶ ἀνάπαυσιν τῶν πόνων γενέσθαι.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.