Psalm ΛΘʹ rem early
Rem early: Psalm ΛΘʹ; historia and theoria on the lemma toward Christ.
Greek
δήμοις, ἐπαγγελλο μένου τοῦ Χριστοῦ τὴν ἑαυτοῦ πρὸς ἡμᾶς ἄφιξιν· "∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν." Οὐκοῦν φαῖεν ἃν εἰκότως, ὅτι τὴν τοῦ Σωτῆρος ἄφιξιν ὡς ἕσται κατὰ καιροὺς προσδοκήσαντες· "Ὑπομένων ὑπέμεινα τὸν Κύ ριον," ἀντὶ τοῦ, Προσδοκῶν προσεδόκησα· "καὶ προσέσχεν μοι," τουτέστιν, Ἐπεσκέψατό με. Θεὸς γὰρ ὣν Κύριος ἐπέφανεν ἡμῖν, καὶ ἀνήγαγεν ἡμᾶς ἐκ λάκκου ταλαιπωρίας τῶν τοῦ θανάτου πυλῶν καὶ τῆς ἐκεῖσε φθορᾶς, ἧς καὶ ἀπηλλάγμεθα διὰ Χριστοῦ μεταμορφοῦντος εἰς ἀφθαρσίαν ἐν ἑαυτῷ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν, καὶ ἀναπλάττοντος εἰς τὸ ἐν ἀρχαῖς, καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν τοῦ κόσμου περι σπασμῶν, καὶ τῆς δυσώδους ἁμαρτίας. Ἐκ τούτων γὰρ ἀνίμησεν ἡμᾶς διὰ τῆς ἀῤῥήτου χειρὸς καὶ τῆς ἀφράστου δυνάμεως τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ ἔστησεν ἐπὶ πέτρᾳ τοὺς πόδας μου, κ.τ.λ. (I f. 200) Στερεὸς γὰρ νοῦς τοῖς ἐν Χριστῷ, καθ' 69.984 ἅ φησιν ὁ Παῦλος· "Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχο μεν." Πέτρα δὲ καὶ ἑτέρως νοεῖται Χριστὸς, τὸ πάν των ἔρεισμα, ὁ ἐκλεκτὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ' ᾧ πάντες οἰκοδομούμεθα, οἶκος πνευματικὸς καὶ ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Κατεύθυνεν δὲ καὶ τὰ διαβήματα ἡμῶν· ἐδιδάχθημεν γὰρ ὀρθὰς ποιεῖσθαι τροχιὰς οἱ πάλαι καμπύλας ποιοῦντες καὶ διεστραμμένας ὁδούς. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. (I f. 200 b) Ἐν μοίρᾳ καὶ τοῦτο θετέον τῶν παρὰ Χριστοῦ χαρισμάτων. Οὐ γάρ τοι πᾶσιν ἀδιακρίτως ἕποιτο ἂν τὸ ἐξεῖναι δοξολογεῖν· ἀλλ' οὐδ' ἂν γένοιτό τις δεκτὸς παρὰ Θεῷ τοῦτο δρᾷν ἐθέλων, εἰ μή τις εἴη τῶν εὖ βιοῦν εἰωθότων· ὅτι "Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ." Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ἀντὶ τοῦ παλαιοῦ τοῦ διὰ Μωσέως· ἐπὶ καινοῖς γὰρ κατορθώμασιν, καινόν που πάντως εἴη ἂν καὶ τὸ ᾆσμα, καὶ οὐ τοῖς ἀρχαίοις ὕμνοις προσεοικός. Καὶ ἀντὶ δὲ τοῦ τοῖς πονηροῖς δαίμοσίν τε καὶ εἰδώλοις προσαγομένου ᾄσματος, τοὺς διὰ τοῦ ἁγίου Πνεύματος ἀναφωνεῖν ἐδιδάχθημεν ὕμνους. Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦ σιν ἐπὶ Κύριον. (A f. 219 b, B f. 144 b, I f. 200 b) Ὑπόδειγμα, φησὶν, ἑτέροις ἔσομαι τοῦ κατὰ ζῆλον ἐμὸν παύσα σθαι τῶν κακῶν, καὶ τὴν ὁμοίαν ἔχειν πρὸς τὸ κρεῖτ τον ἐλπίδα. Ἀεὶ γάρ πως οἱ μήπω πιστεύσαντες, τῶν ἤδη πεπιστευκότων ἀναδείκνυνται ζηλωταὶ, καὶ τῆς ἐκείνων πολιτείας καὶ ἐπιεικείας κατ' ἴχνος ἰέναι σπουδάζοντες ἀνανήφουσι πρὸς ἀλήθειαν, καὶ πρὸς τὸ τῆς ἀληθείας ἴασι φῶς. Εἶτα τί τὸ ἐντεῦθεν; Τὸν θεῖον εἰς νοῦν δέχονται φόβον, περὶ οὗ εἴρηται· "Ἀρχὴ σοφίας φόβος Κυρίου·" καὶ, "Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ." Οἱ τοίνυν, φησὶ, ζηλωταὶ γενόμενοι τῶν πεπιστευκότων, καὶ ἤδη τὸν θεῖον ὠδινήσαντες φόβον, οὗτοι καὶ τὰς ἑαυτῶν ἐλ πίδας ἱδρύσαντες ἐπὶ Θεῷ, παρ' αὐτοῦ καὶ μόνου τὰς τῶν ἀγαθῶν ζητοῦσι χορηγίας, καίτοι πάλαι τύχῃ τινὶ καὶ γενέσει καὶ εἱμαρμένῃ τὰς τῶν καθ' ἡμᾶς πραγμάτων ἡνίας ἀνάπτοντες. Καὶ ἄλλως δὲ τὸ ὄψονται, ἀντὶ τοῦ Ἀναβλέψουσιν εἴρηται. Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου περὶ τῶν ἐθνῶν ἐν Ἡσαΐᾳ· "Ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς." Λέγει δὲ καὶ τοῖς Ἰουδαίοις ὁ Χριστός· "Ἐγώ εἰμιτὸ φῶς." Ἀλλὰ καὶ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἀπ εστάλη παρὰ τοῦ Πατρός. Ὄψονται δὴ οὖν, τουτέστιν ἀναβλέψουσιν, καὶ τὰ ἑξῆς. 89 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, κ.τ.λ. (I f. 201) Ἡμεῖς ἐσμεν πάντως οἱ τὸν τοιοῦτον λαχόντες μακαρισμόν· ὠνομάσμεθα γὰρ Χριστιανοί· 69.985 καὶ τοῦτό ἐστιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῖς εἰρημένοις, ματαιότητάς τε καὶ μανίας ψευδεῖς εἶναι λέγειν τὴν Ἑλληνικὴν λατρείαν, καὶ τὰ δοκοῦντα αὐτοῖς εἶναι τίμια, φημὶ δὴ μαντικὴν πᾶσαν, ἢ καὶ πάσας τὰς ἑτεροδιδασκαλίας, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Γέγραπται γοῦν περί τινων, ὅτι "Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν·" μανίαν δὲ τὴν μαντείαν φησίν. Τετολμήκασι γὰρ, φησὶ, τινὲς τῶν ἐξ Ἰσραὴλ τὰ ἀπὸ καρδίας αὐτῶν λαλεῖν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· καὶ πλεῖστοι γεγόνασι ψευδοπροφῆται παρ' αὐτοῖς. Ἀλλ' ἧν ἴσως φορητὸν, εἰ ἐν τοῖς τῶν εἰδώ λων τεμένεσι τετόλμητό τι τοιοῦτον· ἐπειδὴ δὲ ἐν αὐτῷ τῷ οἴκῳ Κυρίου γέγονε, πῶς οὐ παγχάλεπον εἴη ἄν; Πολλὰ ἐποίησας σὺ, Κύριε
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.