Psalm Μʹ rem early
Rem early: Psalm Μʹ; historia and theoria on the lemma toward Christ.
Greek
αὐτοῦ τὸ ὄνομα πολλῆς πεπληρωμένον δυνάμεως, ὡς δι' αὐτοῦ ἀπελαύνεσθαι ἀκάθαρτα πνεύματα καὶ πᾶσαν νόσον θεραπεύεσθαι, ἐνόμιζον αὐτὸ ὡς ἐπὶ τῶν λοιπῶν ἀνθρώπων μετὰ θάνατον σβέννυσθαι. Ἀλλ' ἡ Ἐκκλησία τἀναντία τοῖς ἐχθροῖς τοῦ Χριστοῦ φρονοῦσα, εἰς αὐτοῦ πρόσωπον ἀνεφώνει λέγουσα ἐν ὕμνοις· "Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·" καὶ, "Μύρον ἐκκενωθὲν ὅνομά 69.996 σου." Πεπεισμένη κεχαρίσθαι αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει (A f. 224) Περιΐστησι τὸν λόγον ἡ προφητεία εἰς τὸν Ἰούδαν, ὡς μαθητὴν μὲν εἰσιόντα, πονηρὰ δὲ κατὰ τοῦ Κυρίου διαλεγόμενον καὶ διανοούμενον, καὶ Ἰουδαίοις συνταττόμενον τοῖς τὰς πονηρὰς ἐπὶ τῷ Κυρίῳ βουλευομένοις βουλὰς, καὶ παρὰ τὸν νόμον ἀποκτεῖναι τὸν ἀθῶον ὄντως σπεύδουσα. Οἱ μὲν οὖν ἄλλοι, φησὶν, ἐχθροὶ μονονουχὶ λέγοντες, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, θάνατον αὐτῷ κατεσκεύαζον· ὁ δὲ Ἰούδας εἰσεπορεύετο ὡς οἰκεῖος τοῦ κατασκοπῆ σαι· ἐκαιροφυλάκει γὰρ τὸν προδοσίας καιρὸν, τοὺς ἀνόμους περὶ ταύτης ἀνακινῶν καὶ συνάγων λογι σμούς. Ἐκεκρίκει γὰρ τοῖς φονῶσι παραδοῦναι τὸν Κύριον, καὶ λανθάνειν αὐτὸν ᾤετο ἐν τῷ μάτην λα λεῖν, ἤγουν Ῥαββὶ αὐτὸν ὀνομάζειν καὶ διδάσκαλον. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. (A f. 224) Ἔξω, φησὶ, προϊὼν συνετάττετο τοῖς Γραμματεῦσι καὶ ἀρχιερεῦσι καὶ Φαρισαίοις, οὐκ ἔτι ἐν τῇ καρδίᾳ λαλῶν, ἀλλὰ προδήλως διαλεγόμενος. Τί δὲ ἐλάλει; "Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;" Κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. (A f. 224) Τὰς κατ' αὐτοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει καὶ τὰ λεληθότα σκέμματα· εὐλαβούμενοι γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων φανερῶς ταῦτα τίθεσθαι, ἀλλὰ συμβούλιον λαθραίως ἐποιοῦντο. Ψιθυρισμὸς γάρ ἐστιν ἀπαῤῥησίαστον φθέγμα καὶ λαθραία κα κολογία, ὡς λοιδορία ἡ ἐν φανερῷ καὶ κατὰ πρόσ ωπον κακηγορία. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. (A f. 224 b) Τὸ "Αἷρε, αἷρε, σταύρωσον αὐτόν." Οὗτος δὲ ὅτι παράνομος ἦν ὁ λόγος, δῆλον ἐκ τοῦ εἰρημένου· "Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς." Οὐ μὴν ἀλλὰ καὶ τυραννίδος γραφὴν κατ' αὐτοῦ ἐποιήσαντο λέγοντες, ὅτι βασιλέα ἑαυτὸν ποιεῖ, καὶ κωλύει Καίσαρι φόρον δοῦναι. Ἀλλὰ καὶ ψευδομάρ τυρας κατὰ Χριστοῦ ἐζήτουν, καὶ τὰ ψευδῆ ἐπλάτ τοντο. Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τὸ ἀναστῆναι; (A f. 224 b) ∆ιαγελᾷ τῶν Ἰουδαίων ὁ Σωτὴρ τὰ σκέμματα, ὡς οἰομένων διὰ τοῦ θανάτου θραύειν αὐ τὸν, ὡς ἕνα τῶν καθ' ἡμᾶς. Καί φησι· Πῶς νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ ἐστιν ἐν ἐμοὶ τὸ θανεῖν, καὶ ὁ θάνατος οὐκ ἐπ' ἀναιρέσει τῆς ζωῆς, ἀλλ' ἐπὶ ἀναστάσει γίνεται. Εἰ γὰρ τριήμερος ἀνίσταμαι, πῶς οὐχ ὕπνος ὁ ἐμὸς θάνατος; Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, κ.τ.λ. (A f. 224 b, B f. 151) Εἰρήνης ἄνθρωπον τὸν Ἰού δαν φησὶ, διά τοι τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ 69.997 τετάχθαι καὶ φίλοις, τό γε ἦκον εἰς τὸ εἶναι μαθητήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί θαυμαστὸν εἰ οἱ ἐχθροὶ κατ' ἐμοῦ κατέθεντο τοιαῦτα, ὅπου γε ὁ οὕτως οἰκεῖος καὶ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.