Psalm ΜΒʹ rem mid
Rem mid: Psalm ΜΒʹ; lemma continues; spiritual reading with the letter.
Greek
θλίψεσι, τὴν τούτων ἀπαλλαγὴν φῶς ὀνομά ζουσι, καὶ τὴν ἀληθινὴν καὶ βεβαίαν τοῦ Θεοῦ ἀντί ληψιν. Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. (A f. 233, B f. 157 b, I f. 220) Τὸ, ὡδήγησαν, φασὶν ἀντὶ τοῦ, ὁδηγήσουσιν, χρόνον ἀντὶ χρόνου λαβόντες. Οὐ γὰρ ὡς ἤδη τοῦ θείου φωτὸς ἐν μεθέξει γεγονότες, καὶ τῆς ἀληθείας ἐπιδραξάμενοι, δι' αὐτῶν ὁδηγεῖσθαι διατείνονται, ἐκεῖνο δὲ μᾶλλον ὡς εἰ ἐν μεθέξει γένοιντο φωτός τε καὶ ἀληθείας, ὁδηγηθήσονται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ καὶ εἰς τὰ σκηνώματα αὐτοῦ. Ὅτι δὲ χρόνος ἀντὶ τοῦ χρόνου παρελήφθη, διδάξειεν ἂν εὐκόλως ἡ τῶν ἐφεξῆς στίχων ἀπόδοσις. Οἱ αὐτοὶ γάρ φασιν, ὅτι Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστή ριον τοῦ Θεοῦ, καὶ ἐξομολογήσομαί σοι. Ὁ δὲ νοῦς οὖτος· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὀδηγήσει με καὶ ἄξει με εἰς τὸ οὐράνιον ὄρος καὶ τὰ ἐν αὐτῷ σκηνώματα. Ἢ ὄρος ἅγιον Ἐκκλησίαν νοοῦμεν· οὕτω γὰρ αὐτὴν ὀνομάζειν ἔθος τοῖς ἁγίοις προφήταις, ἅτε δὴ καὶ ὑψοῦ κειμένην νοη τῶς, καὶ χθαμαλὸν ἔχουσαν οὐδέν. Ἡ γὰρ τῶν εἰς Χριστὸν πιστευσάντων πληθὺς οὐκ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν οὐρανοῖς πολιτεύεται. κἂν ἐπὶ γῆς περιπατῇ. Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. (A f. 233 b, B f. 158, I f. 220 b) Εἰ δὲ καὶ ἐκ τοῦ ἐξ ἐθνῶν εἴη προσώπου, προσεπάγουσι τοῖς ἄλλοις καὶ ταῦτα, ὡς οὔπω μὲν εἰσελάσαντες εἰς τὸ θυσιαστή ριον τοῦ Θεοῦ, εἰσελευσόμενοι δὲ κατὰ τὸν τῆς κλή σεως καιρὸν εἰς τὸ θεῖον καὶ πάναγνον τοῦ Σωτῆρος θυσιαστήριον, τουτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ τὴν ἁγίαν καὶ καθαρωτάτην καὶ ἀναίμακτον τελοῦμεν λατρείαν· καὶ ἀντὶ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος, προσ κομίζομεν τῷ Θεῷ τὰς δοξολογίας, οἷάπερ κιθάρᾳ χρώμενοι. Καὶ τὸν ἐκ τοῦ πράγματος δὲ καρπὸν, ὡς εὖ εἰδότες ὅποι ἔσται, φασὶ πρὸς τὸν Θεὸν τὸν εὐ φραίνοντα τὴν νεότητά μου. Νεότητα δὲ οὐ σωματικὴν ἐν τούτοις νοοῦμεν, νοητὴν δὲ μᾶλλον, τὴν ὡς ἔν γε φημὶ, ἀνακαινώσει τοῦ νοὸς παρὰ Θεοῦ τελουμένην. Ἐκδύσασθε γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιό
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.