Exposition on the Psalms · §ps041-rem-early

Psalm ΜΓʹ rem early

Rem early: Psalm ΜΓʹ; historia and theoria on the lemma toward Christ.

Greek

θεσπέσιον Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ, διασώσειν ἅπαν τὸ ἐξ αὐτῶν ἐσόμενον γένος. (K f. 86, I f. 224) Γέγραπται γὰρ, ὅτι "Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ 101 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." Ἢ τὸ ἔντειλαι, νεῦσον μόνον, καὶ σωτηρίας ὁ σὸς λαὸς ἀπολαύ σηται. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. (L f. 116 b) Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως εἴληφε· ἡμεῖς δὲ κέρας σωτηρίας καὶ νικηφόρον ὅπλον τὸ σὸν ἔχομεν ὄνομα. Οὔτε γὰρ τόξῳ, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρα τήσας. 69.1021 (B f. 160) Τῶν δὲ ἁγίων κέρας ὁ Κύριος. Παρὰ δὲ τῷ ∆ανιὴλ βασιλείας σημαίνει τὰ κέρατα. Καὶ ἀλλαχοῦ δέ φησιν· "Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου." Πῶς οὖν ἑτέρωθι λέγει, "Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ," ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος παρὰ τὸ κέρας; Σαφῶς ἄρα τοῦ λαοῦ κέρας ὁ τοῦ Θεοῦ Λόγος ὑψούμενος ὑπὸ τοῦ Πατρὸς, ἐπεί περ ἐκένωσεν αὐτόν. ∆ιὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερ ύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι αὐτῶν καὶ τῷ βασιλεῖ θαῤῥεῖν φασι πρὸς σωτηρίαν, ἀλλ' οὐ τῇ σφετέρᾳ δυνάμει. ∆ιόπερ ἐπάγουσιν· "Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν·" ἣ κατὰ Ἀκύλαν, καυχησόμεθα· ἢ κατὰ Σύμμαχον, ὑμνοῦμεν. Λέγουσι δὲ καὶ ἐξομολογεῖσθαι αὐτῷ, συνήθως τῆς Γραφῆς ἀντὶ εὐχαριστίας ταττούσης ἐξομολόγησιν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. (B f. 160 b, I f. 224 b, L f. 116 b) Ὄνομα αὐτοῦ, ἐν ᾧ ἐξουδενῶσι τοὺς ἐπανισταμένους, τὴν δόξαν δηλοῖ· ἴνα γὰρ δοξάζηται Θεὸς, ἐδίδου τὸ δύνασθαι. Ἐλυτρώσατο γοῦν Θεὸς τὸν Ἰσραὴλ ἐκ χειρὸς Αἰγυπτίων, ταῖς θεοπρεπέσιν εὐκλείαις ἑαυτὸν στεφανῶν. Καὶ γοῦν ἔφη πρὸς Φαραὼ, ὅτι "∆ι' αὐτὸ τοῦτο ἐξ ήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ." Ἔφη δέ που ὁ Θεὸς καὶ δι' ἑνὸς τῶν ἁγίων προφη τῶν· "Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν· καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν." Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς. (L f. 117) Ὡς ἰδίου σώματος ἀναλαμβάνουσιν εἰς ἑαυτοὺς οἱ ταῦτα λέγοντες προφῆται τὰ τοῦ ἀσε βοῦντος λαοῦ. Οἱ μὲν γὰρ πατέρες ἡμῶν ταῦτα, φη σὶν, ἀνήγγειλαν ἡμῖν. Εἶτα μέσον διάψαλμα, εἰς

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.