Exposition on the Psalms · §ps042-rem-mid

Psalm Μ∆ʹ rem mid

Rem mid: Psalm Μ∆ʹ; lemma continues; spiritual reading with the letter.

Greek

"Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει." Πραότητος δὲ καὶ ἑτέρως τὸ εὐαγγελικόν ἐστι κήρυγμα· πράους γὰρ ἀποτελεῖ τοὺς πιστεύοντας εἰς Χριστὸν, οὐκ ἀμυντικοὺς καὶ ὀργίλους, οὔτε μὴν ἀπαιτεῖν ἐθέλοντας ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ πόδα ἀντὶ ποδὸς, καὶ χεῖρα ἀντὶ χειρὸς, ἀλλὰ τῷ παίοντι τὴν δεξιὰν σιαγόνα, στρέφοντας καὶ τὴν ἄλλην· ἑπομένους τε αὐτῷ λέγοντι· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ 106 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Εἰ δὲ δή τις προσεῖναι λέγοι καὶ αὐτῷ τῷ Χριστῷ τό τε ἀληθὲς ἐν πᾶσιν (οὐδὲν γὰρ ἐψευσμένον ἐν αὐτῷ τῶν θεοπρεπῶν), καὶ μὴν καὶ τὴν εἰς ἄκρον πραότητα καὶ δικαιοσύνην, οὐκ ἂν ἔξω γένοιτο τοῦ εἰκότος. Ἀληθὲς γὰρ καὶ ταυτὸ ἔνεστί γε μὴν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν καὶ ἡ δικαιοσύνη. Ὁσίους γὰρ καὶ ἀμώμους ἀποτελεῖ. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. (B f. 167 b, I f. 236) Ὁ θεσπέσιος Παῦλος τὸν τῆς διανοίας ἑαυτοῦ ὀφθαλμὸν ἀνατείνων εἰς θεο πτείαν, "Ὦ βάθος, φησὶ, πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;" ∆εῖται γὰρ τὸ σύμπαν οὐδενὸς εἴς γε τὸ εἰδέναι καλῶς τε καὶ ἀμωμήτως τὸ τελοῦν εἰς ὄνησιν τοῖς ὑπ' αὐτῷ γενομένοις, ἀλλ' οἷόν τινα ποδηγὸν εἰς ἕκαστα τῶν πρακτέων αὐτὸς ἑαυτὸν ἔχει. Μόνος τὰ πάντα γὰρ οἶδε, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι, καὶ ἐν αὐτῷ πάν τες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό κρυφοι. Τί δὴ οὖν ἄρα φασὶν οἱ ἅγιοι τῷ Χριστῷ; "Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου." Βλέποντι γὰρ, φησὶν, τὰ εἰς κατόρθωσιν σωτηρίας τῶν ἐπὶ τῆς γῆς, σύμβουλος ἔσται τῶν καθ' ἡμᾶς, ἤγουν ἕτερός τις τῶν ἐπέκεινα παντελῶς οὐδείς· ἀρκέσει γὰρ πρὸς τοῦτο ἡ σὴ δεξιά. Καὶ οὐχ ὡς ἑτέραν τινὰ παρ' αὐτὸν οὖσαν τὴν δεξιὰν αὐτοῦ, ἤτοι τὴν δύναμιν, ἐν τούτῳ κατασημαίνουσιν, ἀλλ' οἷον ὡσεὶ ἔλεγον, "ἡ δεξιά σου," ἤγουν ἡ μεγαλοπρέπειά σου, οὐχ ἕτε ρόν τινα παρ' αὐτὸν ἔδει νοεῖν. Οὕτω κἂν εἰ λέγοιεν ἡ δεξιὰ, τουτέστιν ἡ δύναμις, αὐτὸν δὴ μόνον ὡς ἐν περιφράσει σημαίνουσιν. Οἶδε γὰρ, οἶδεν ἡ δεξιά σου, φασὶ, τίσι μὲν ἂν πρέποι τὴν ῥομφαίαν ἐπενεγ κεῖν, ἢ καὶ κατὰ τίνων τὸ ἀδιάφυκτον ἐντεῖναι τόξον, τίνας δὲ αὖ καὶ κατευοδοῦσθαι πρέποι ἂν καὶ τοῖς σοῖς ὑποφέρεσθαι ζυγοῖς, ἵνα σὲ καὶ μόνον ὁμολογῶ σιν Θεόν τε καὶ βασιλέα, Σωτῆρα καὶ Λυτρωτήν. Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βα σιλέως. (A f. 249 b) Οὐδεὶς δὲ θεομάχος ἢ ἀλαζὼν ὑπο κάτω πίπτει τοῦ Θεοῦ, ἀλλ' οἱ τὴν ἐκ πίστεως ὑπο ταγὴν καταδεξάμενοι. Βέλη οὖν τοῦ δυνατοῦ, τουτ έστι τοῦ Χριστοῦ, οἱ ἀπόστολοι· ἐχθροὶ δὲ τοῦ βασιλέως, ἤγουν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Σατανᾶς, 69.1037 καὶ ἁπλῶς οἱ τοῖς θείοις δόγμασιν ἀντεξάγοντες. Κατατοξευθέντος οὖν τοῦ Σατανᾶ, καὶ τρωθείσης τῆς καρδίας τῶν νοητῶν ἐχθρῶν διὰ τῶν βελῶν τοῦ δυνατοῦ, ὑποπεπτώκασι λαοὶ ὑπὸ πόδας Χριστοῦ, καὶ τοῖς ζυγοῖς τῆς αὐτοῦ βασιλείας ὑπέπεσον καὶ ὑπ ετάγησαν. Οἱ γὰρ μυσταγωγοὶ πλήττουσι τοὺς πεπλα νημένους καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότας, πλὴν οὐκ εἰς θάνατον, ἀλλ' εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα ὑποκάτω πίπτοιεν αὐτοῦ, καὶ λέ γοιεν· "Τετρωμένη ἀγάπης ἐγώ." Εἶδες τοῦ πολέ μου τὸ κατόρθωμα, τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; Ἡ γὰρ πρόσπτωσις αὕτη ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (A f. 250, B f. 168 b, I f. 239) Ἄθρει τοίνυν ὅτι Θεὸν τὸν ἐνανθρωπήσαντα καλεῖ, καὶ θρόνον αὐτῷ νέμει τὸν ἀνωτάτω. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ οὐκ ἔξω γεγονὼς διὰ τοῦτο τοῦ εἶναι ὃ ἦν, μεμενηκὼς δὲ μᾶλλον ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ τὴν τῆς εὐθύτητος ἔχων ῥάβδον. Ῥάβδος δὲ, καὶ βα σιλείας σύμβολον· βασιλεύει γὰρ ἐν δικαιοσύνῃ Χριστός. Ἔφη γάρ τις τῶν ἁγίων προφητῶν περί τε αὐτοῦ καὶ τῶν ἁγίων μυσταγωγῶν· "Ἰδοὺ δὴ βα σιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρί σεως ἄρξουσιν." Οὐκοῦν ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων, τὸ τοῦ λόγου γέγονε σχῆμα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Χρι στὸς ῥάβδος ὠνομάσθη πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκο νομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπι νον τοῦ Χριστοῦ ἀποβλέψας ὁ ∆αβὶδ φησί· Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, κ.τ.λ. (B f. 168 b, D f. 123 b, I f. 239) Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ 107 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι ∆ίκαιος Κύριος καὶ δικαιοσύνην ἠγάπησεν. Καὶ πάλιν· "Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν." Καὶ πάλιν· "Ἐγώ εἰμι Κύριος ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας." Ἆρ' οὖν, εἴπερ καὶ διὰ ταῦτα λέγει μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν μὲν δικαιοσύνην ἀγαπᾶ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας; καὶ ἀρετῆς ἀνταπόδοσις, ὅτι τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα; Ἀλλ' οὐκ ἄν τις τοῦτο μανείη ποτέ. Ὥσπερ οὖν ἐπὶ τοῦ Πατρὸς εὐσε βῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, ὡσαύτως ἐκληφθείη καὶ ἐφ' Υἱοῦ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ τὸ ἀρχέτυπον πρὸς τὴν εἰκόνα. Εἶτ' ἐπειδὴ, φησὶ, Θεὸς ὢν πλημμελεῖν οὐκ οἶσθα (δικαιοσύνην γὰρ ἀγαπᾷς, καὶ ἀποστρέφῃ ἀνομίαν, ἄβατον, ἵν' οὕτως εἴπω, τὴν σαυτοῦ φύσιν ἔχων παντὶ πονηρῷ), "διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου." Κέχρισται γὰρ εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, γενόμενος ἄνθρωπος ὁ Υἱὸς, ἵν' ἡμᾶς προσαγάγῃ τῷ 69.1040 Θεῷ καὶ Πατρὶ τὴν εἰς αὐτὸν πίστιν εὐωδιάζοντας. Χρίεται δὲ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἵνα τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἐννοήσωμεν χάριν, πρὸς εὐθυ μίαν ἡμᾶς καὶ ἀγαλλίασιν ἀναφέρουσαν διηνεκῆ. Εἰ γὰρ καὶ ἐπὶ Χριστῷ πεπράχθαι λέγεται, ἀλλ' οἰκονο μίας ἧν τὸ χρῆμα μεστόν. Ἔστι μὲν γὰρ ὁ Υἱὸς, τοῦ ἁγίου Πνεύματος χορηγός· ἔνεστι γὰρ αὐτῷ φυσικῶς πάντα τοῦ Πατρός. ∆έχεται δὲ ἀνθρωπίνως μεθ' ἡμῶν τὸ Πνεῦμα καὶ αὐτὸς, ὅτε γέγονε καθ' ἡμᾶς, οὐχ ἑαυτῷ τι προστιθεὶς καθ' ὃ νοεῖται καὶ Θεὸς καὶ Λόγος, ἀλλ' ἐν ἑαυτῷ καὶ πρώτῳ τῇ τοῦ ἀνθρώ που φύσει προξενῶν τὸ τῆς ἀγαλλιάσεως Πνεῦμα. Ὅπου γὰρ θείας φύσεως μέθεξις, καὶ χάρις υἱοθε σίας, καὶ ζωῆς ὑπόσχεσις τῆς εἰς μακρὸν αἰῶνα καὶ οὐρανῶν βασιλείαν, ἐκεῖ που πάντως τὸ ἀγαλλιᾶσθαί ἐστιν. Πλὴν παρὰ τοὺς μετόχους αὐτοῦ κέχρισται Χρι στός· ἡμεῖς μὲν γὰρ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἐσχήκαμεν· ὡς δὲ ὁ Παῦλός φησι, πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν Χριστῷ νοεῖται σωματι κῶς. ∆ιὰ τοῦτο οὐδὲ ἐκ μέρους αὐτὸν διδόναι φασὶ τὸ Πνεῦμα οἱ ἅγιοι, ὁμολογοῦσι δὲ μᾶλλον ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνουσιν (A f. 250 b) Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ' αὐτόν. Τότε καὶ τὸ καινὸν ὄνομα ἐδέξατο, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἔφη γὰρ ὅτι καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτῷ. Πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ἔτι καὶ ἄσαρκος ὁ λόγος ὢν, θεοπρεπῶς ὠνομάζετο φῶς καὶ ζωὴ καὶ τὰ τοιαῦτα. Μετὰ δὲ τὴν ἐνανθρώπησιν, ἧς τὴν οἰκονομίαν ἡ τοῦ κεχρίσθαι δύναμις εἰσφέρει, ὡς κεχρισμένος ἤδη παρὰ τοῦ Πατρὸς τὸ καινὸν ὄνομα δέχεται, τουτέστι τὸ Χριστός. Αὐτὸς γὰρ ὢν ὁ τοῖς ἄλλοις ἁγιασμοῦ χορηγὸς ὡς Θεὸς, μεθ' ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀν θρώπινον· περὶ ὃ καὶ ἡ χάρις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ' ὡς ἐν μεθ έξει τῇ παρὰ Θεῷ. Τοὺς δὲ μαθητὰς ἀδελφοὺς ὠνό μασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο. Ἁγιάζει γὰρ ὡς Θεὸς, τῷ ἰδίῳ καταχρίων Πνεύματι τοὺς ἐν μεθέξει γεγονότας αὐτοῦ διὰ πίστεως. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρα νάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. (E f. 83, I f. 239 b) Ἰμάτια Χριστοῦ νοητέον τοὺς ἐγγὺς αὐτοῦ γεγονότας, καὶ οἱονεί πως ἐν χρῷ καὶ περὶ αὐτὸν, διά τε πίστεως

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.