Exposition on the Psalms · §ps044-rem-mid

Psalm Μςʹ rem mid

Rem mid: Psalm Μςʹ; lemma continues; spiritual reading with the letter.

Greek

βασιλεὺς τῆς δόξης, ἐμάν θανον ὅτι Κύριος ἦν τῶν δυνάμεων, καὶ Κύριος δυ νατὸς ἐν πολέμῳ. Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· "Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ Χριστῷ." Ἐδιδάσκοντο τοίνυν ἀλαλάζειν αὐτῷ καὶ δυνάμεις αἱ νοηταὶ, καὶ οἷά τινος σάλπιγγος ἠχὴ διαπρύσιος ἡ διὰ τοῦ Πνεύ ματος ἀποκάλυψις ἐν αὐταῖς ἦν, τὸ βαθὺ τῆς ἐναν θρωπήσεως μυστήριον ἐκκαλύπτουσα. Ἦν οὖν ἀναγ καῖον τοῖς ἄνω πνεύμασιν συναλαλάζειν τοὺς σεσω σμένους, ψάλλειν τε διηνεκῶς, καὶ ἀκατεύνεστον αὐτῷ προσάγειν τὴν ὑμνῳδίαν. Πλὴν τὸ ἀνέβη λέ γοντες, διδάσκουσιν ὅτι κατέβη. Συνιεὶς γὰρ οὕτως καὶ ὁ πάνσοφος Παῦλός φησι· "Τὸ δὲ Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώ τερα μέρη τῆς γῆς;" Καὶ πάλιν· "Ὁ καταβὰς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πλη ρώσῃ τὰ πάντα." Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. (B f. 180, I f. 253 b) Οὐκ ἐπὶ μόνης τῆς Ἰουδαίας Θεός τε καὶ βασιλεὺς ὑπάρχων ὁ Υἱὸς γνωρίζεται, ἀλλὰ γὰρ ἤδη καὶ ἐν πάσῃ τῇ γῇ. Ὑποδεδράμηκε γὰρ τῆς ὑπ' αὐτῷ βασιλείας τὸν ζυγὸν ἡ 113 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πολλὴ καὶ ἀμέτρητος τῶν ἐθνῶν πληθὺς τῶν ἀνὰ πᾶσαν ὅντων τὴν ὑπ' οὐρανόν. Ψάλατε δὴ οὖν συνετῶς, τουτέστιν ἁγιοπρεπεῖ συνέσει χρώμενοι, καὶ συνιέντες ὀρθῶς τοῦ Χριστοῦ μυστήριον· νοῦ γὰρ καὶ καρδίας δεῖται σοφῆς. Οὕτω γάρ που καὶ ὁ προφήτης φησί· "Τίς σοφὸς, καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπι γνώσεται αὐτά;" οἶμαι δὲ δεῖν καθ' ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ψάλατε γὰρ δὴ καὶ δοξολογεῖτε· βεβασίλευκε γὰρ ὁ Θεὸς συνετῶς ἐπὶ πάντα τὰ ἔθνη. Τὸ δὲ συνετῶς, ἀντὶ τοῦ μετὰ σο φίας καὶ ἀποῤῥήτου τινὸς οἰκονομίας. Καὶ γάρ ἐστιν ἀληθῶς σοφίας ἔμπλεων τὸ Χριστοῦ μυστήριον. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. (I f. 253 b) Θρόνον ὀνομάζει Θεοῦ τὸν οὐρανὸν ἡ θεόπνευστος Γραφή· καὶ οὐχ ἵνα τι νοῶμεν σωμα τικὸν (οὐ γὰρ ἐν τάξει τῇ καθ' ἡμᾶς τὸ Θεῖον· ἀσώ ματον γὰρ καὶ ἀπερινόητον παντελῶς), διὰ δὲ τοῦ θρόνου τὴν βασιλείαν ἔθος ὀνομάζειν αὐτῇ. Ὅταν οὖν θρόνον ἔχειν λέγηται τὸν οὐρανὸν, ἰστέον ὅτι τὴν κατὰ τῶν ἁγίων

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.