Exposition on the Psalms · §ps045-rem-mid

Psalm ΜΖʹ rem mid

Rem mid: Psalm ΜΖʹ; lemma continues; spiritual reading with the letter.

Greek

ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω ἥλιον καὶ σελήνην." Καὶ ἁπλῶς ὡς Θεὸν τῶν ὅλων καὶ Κύριον ὑμνολογοῦμεν αὐτόν. "∆ικαιοσύνης πλήρης ἡ δεξιά σου." Τεθαυμάκασι μὲν τὴν αἴνεσιν τοῦ ἐπὶ πάντας Θεοῦ τὴν ἐξ ἁπάσης αὐτῷ γινομένην τῆς γῆς, ὡς ἀναλόγως ἔχουσαν τῇ αὐτοῦ δόξῃ καὶ ὑπεροχῇ. Θαυμάζουσι δὲ καὶ ἕτερόν τι πρὸς τούτοις· τὴν γάρ τοι τοῦ Θεοῦ καὶ Πατρὸς δεξιὰν πλήρη φασὶν εἶναι δικαιοσύνης, ἤτοι δικαιο κρισίας. Τίς δ' ἂν νοοῖτο πρὸς ἡμῶν ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πλὴν ὅτι κατὰ ἀλήθειαν ὁ ἐξ αὐτοῦ πε φηνὼς μονογενὴς Θεοῦ Λόγος; Αὕτη ἡ μεγάλη καὶ ὑπερφυὴς καὶ πάντων ἐπέκεινα δεξιὰ τοῦ Πατρὸς δικαίᾳ ψήφῳ τὸν ἀλιτήριον Σατανᾶν ἀπεσόβησε μὲν τῶν ἐπὶ τῆς ... πάλαι κεκρατημένους καὶ πεσόντας ὑπ' αὐτῷ. ∆εδικαίωκε γὰρ διὰ τῆς πίστεως, καὶ τῶν ἀρχαίων ἐλευθερώσας αἰτιαμάτων, ἁγίους αὐτοὺς καὶ ἀμώμους προσεκόμισεν τῷ Θεῷ καὶ Πατρί. Πιστώ σεται δὲ καὶ αὐτὸς ὁ Υἱὸς ὧδε λέγων· "Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Οὐκοῦν ἐφ' ὁσιότητι καὶ δι καιοσύνῃ τεθαύμασται λίαν πρὸς ἁπάντων τῶν ἐθνῶν ἡ ἀξιάγαστος δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐπαμύ νασα τοῖς ἠδικημένοις, καὶ ἀναστήσασα τοὺς κατεῤῥαγμένους, καὶ φωτίσασα τοὺς ἐσκοτισμένους. Εὐφρανθήτω τὸ ὄρος Σιὼν, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας. (B f. 183, I f. 261 b, L f. 126 b) Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, χαίρουσι μὲν λίαν ἐπί γε σφίσιν αὐτοῖς, ὡς ἠλεημέ νοι καὶ ἐν μεθέξει παντὸς γεγονότες καλοῦ διὰ τῆς θείας καὶ πανσθενοῦς δεξιᾶς τοῦ Θεοῦ καὶ Πατρός. Ἐοίκασι δέ πως καὶ τῷ ἑτέρῳ συγχαίρειν λαῷ, φημὶ δὲ τῷ Ἰσραὴλ, ὡς κληθησομένῳ κατὰ καιροὺς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι στοῦ, καὶ εἰς μέθεξιν χαρισμάτων ὧν ἐσχήκασιν ἤδη προεισβαλόντες αὐτοί. Τοῦτο δὲ καὶ προφητικὸς ἐμπε δοῖ λόγος, "Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσον ται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου τῶν ἡμερῶν." Εὐφραινέσθω δὴ οὖν, φασὶ, τὸ ὄρος Σιὼν, τουτέστιν ἡ Ἱερουσαλὴμ, καὶ αἱ θυ γατέρες 116 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε, τῶν ἀγαθῶν δηλονότι. Θυγατέρες δὲ τῆς Ἱε 69.1065 ρουσαλὴμ νοηθεῖεν ἂν αἱ περὶ αὐτήν τε καὶ ὑπ' αὐτὴν κείμεναι πόλεις. Νοήσεις δὲ καὶ οὕτως· Ὄρος μὲν Σιὼν τὴν Ἐκκλησίαν λέγων Χριστοῦ· θυγατέρας δὲ αὐτῆς, τὰς ἐν αὐτῇ τεθραμμένας τῶν ἁγίων ψυχὰς, ἤτοι τῆς Ἐκκλησίας τέκνα, τῆς τὴν ἐν πνεύματι λα χούσης περιτομὴν, ἣ καὶ ἀμείνων ἐστὶ τῆς πρώτης καὶ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.