Exposition on the Psalms · §ps047-open

Expositio in Psalmos Psalm ΜΘʹ opening

Psalm ΜΘʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΜΘʹ. — Μαθητεύσατε πάντα τὰ ἔθνη.

Greek

ΨΑΛΜΟΣ ΜΘʹ. 119 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. (A f. 280 b, B f. 191 b.) Καλοῦνται ὑπὸ τοῦ Θεοῦ οἱ ἅγιοι, ὅτε ἐνανθρωπήσας ἐλάλησε καὶ πᾶσαν συν εκάλεσε τὴν γῆν. Τί δὲ ἐλάλησε; "Μαθητεύσατε πάντα τὰ ἔθνη." Καὶ τὸ, ∆εῖ κηρυχθῆναι τὸ Εὐαγ γέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ. Χριστὸς γὰρ ἡ μεγάλη τε καὶ διαπρύσιόν τι βοῶσα σάλπιγξ. Οὕτω γὰρ τῶν δι' αὐτοῦ κηρυγμάτων διαμνημονεύει λέγων ὁ προφήτης Ἡσαΐας· "Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ." Κέκληκε τοίνυν οὐ κατά γε τὸν ἱεροφάντην μόνον Μωσέα τὸν Ἰσραὴλ, ἅπαντας δὲ μᾶλλον τοὺς ἐξ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν.–(I f. 275.) Νοήσεις καὶ οὕτως· Μωσῆς ὁ θεσπέσιος μόνον ἐκάλει τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ μέτρον ἔχων οἰκετικὸν, ἰσχνόφωνός τε καὶ βρα δύγλωσσος ὤν. Ταύτῃτοι κατὰ τὴν Ψάλλοντος φωνὴν, "Γνωστὸς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ." Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ ὑπάρχων ἐκ Θεοῦ Θεὸς, ἐπέ φανεν ἡμῖν, ἵνα πᾶσαν καλέσῃ τὴν οἰκουμένην, τοὺς ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. Ἔφη γάρ· "∆εῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Ἐνετέλλετο δὲ καὶ πᾶσι τοῖς ἁγίοις μαθηταῖς καὶ ἀποστόλοις λέγων· "Πο ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη." Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. (A f. 280 b, B f. 192, I f. 275.) Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος ὁμοούσιος τῷ Πατρὶ, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἐμφερείᾳ διαπρεπής. Ἀλλ' ὧδε φύσεως ἔχων, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβέν τε δούλου μορφήν. Ἐδόκει δὴ οὖν οὐκ ἐν τῷ τῆς ὡραιότητος ὁρᾶσθαι κάλλει, διά τοι τὸ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς. Ὅτι τοίνυν κατίδοι τις ἂν οὐκ ἀπό γε τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος, ἀλλ' ἐξ ὧν ἐστι Θεὸς καὶ ἰσοσθενὴς τῷ Πατρὶ, διαδείκνυσι λέγων· "Ἐκ Σιὼν ἡ εὐπρέ πεια τῆς ὡραιότητος αὐτοῦ·" Τὸ δὲ, ἐκ Σιὼν, νοήσεις ἀντὶ τοῦ, ἐκ τῆς ἄνω Σιών· ἤγουν διὰ τῆς Σιὼν τὸ ἐξ οὐρανῶν καὶ ἄνωθεν. Οὐ γὰρ ἦν ἁπλῶς ἄνθρωπος ὁ 69.1076 Χριστὸς, ἐπουράνιός γε μᾶλλον· οὐχ ὡς ἐξ οὐρανοῦ τὴν σάρκα καταγαγὼν (γεγέννηται γὰρ ἐκ τῆς ἁγίας Παρθένου)· ἐπειδὴ δὲ ἦν ἐξ οὐρανῶν ὁ ἑνωθεὶς τῇ σαρκὶ Λόγος, οὐράνιος ἄνθρωπος ὠνομάσθη Χριστός· διὰ τοῦτο ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐ τοῦ. Συνέντας αὐτοῦ τὸ κάλλος τοὺς ἁγίους ἀποστό λους εὑρήσομεν. Ἔφη γὰρ ὁ πάνσοφος Παῦλος· "Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν." Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν ἀναφοίτησιν τὴν εἰς οὐρανοὺς, οὐκ ἐκ τῶν τῆς κενώσεως μέτρων, ἀλλ' ἐκ λαμπρότητος τῆς θεοπρεποῦς ἐπιγινώσκομεν αὐτόν. Ὁ Θεὺς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. (A f. 280 b, B f. 192, I f. 275 b.) Πότε ἦλθεν ἐμφανῶς, εἰ μὴ ὅτε γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν; ὅτε τὴν καθ' ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου καὶ τοῖς ἀνθρώ ποις συνανεστράφη. Τότε γὰρ ὁρατὸς γέγονεν ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατὸς, ἁπτὸς ὁ ἀναφὴς, καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἀφίκετο τοίνυν ἐμφανῶς. Ἐλθὼν δὲ, φησὶν, οὐ παρασιωπήσεται, τουτέστιν ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν, ἤγουν ὅτι τὴν τοῦ Πατρὸς βούλησιν ἀπαγγελεῖ· καλεῖται γὰρ τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐ τοῦ καταιγὶς σφόδρα. (A f. 281, B f. 192, I f. 275 b.) Ἐπὶ δὲ τῆς προτέ ρας παρουσίας νοούμενον τὸ πῦρ, ἢ ἀντὶ τοῦ φωτὸς, ὡς φωτὸς γένεσιν ὀνομάζει τὸ πῦρ· ἵν' ἐννοῶμεν ὅτι φῶς προσελάσει τὸ νοητὸν τῆς ἐπὶ Χριστῷ γνώ σεως, δι' ἧς ἡ εἰς αὐτὸν πράττεται πίστις. Οὗ καὶ τύ πος ὁ τῆς Ἰουδαίων συναγωγῆς ἐν νυκτὶ προβιβάζων στύλος τοῦ πυρὸς, καὶ καταδεικνύων αὐτὸς τὴν ὁδόν. Ἢ τάχα που τοῦτο περινοεῖν ἀκόλουθον· ἀπεψυγμέ νους γὰρ ὥσπερ εἰς πολύτροπον ἁμαρτίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὁ τοῦ Θεοῦ Λόγος εὑρὼν ἀνεζωπύρη σεν εἰς ἔφεσίν τε καὶ προθυμίαν παντὸς ἀγαθοῦ πράγ ματος, πῦρ ὥσπερ τι νοητὸν ἐμβαλὼν αὐτῇ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἔφη γοῦν, ὅτι "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀν ήφθη;" Γεγόναμεν γὰρ τῷ πνεύματι 120

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.