Expositio in Psalmos Psalm ΞΑʹ opening
Psalm ΞΑʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΞΑʹ. — Ἰδοὺ οἴδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.
Greek
ΨΑΛΜΟΣ ΞΑʹ. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; (A f. 3169. b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Τὸ ὑπο ταγῆναι τῷ Θεῷ τὴν ψυχὴν, σωτηρίαν εἶναι ὁ ∆αβὶδ ἀπεφήνατο. Ἄριστον καὶ ἐπωφελὲς καὶ ἁπάσης ἡμῖν ἐλπίδος πρόξενον ἀγαθῆς, τὸ ὑποτάττεσθαι τῷ Κυρίῳ καὶ ὑποφέρειν αὐτῷ τῆς διανοίας τὸν αὐχένα, καὶ προσοικειοῦσθαι αὐτῷ διὰ πάσης ἐπιεικείας, τὸ προφητικὸν ἐκεῖνο λέγοντας· "Ἰδοὺ οἴδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ." Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς; (A f. 317 b.) Φονευτὴς γάρ ἐστιν ὁ Σατανᾶς ψυχῶν καὶ πνευμάτων, καὶ τὰ τούτου τέκνα· καὶ τοὺς ἤδη διανενευκότας πρὸς τὸ πλημμελὲς, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῇ φύσει, προσωθεῖν καταστρέ φων. Τάχα δὲ καὶ τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου ὁ λόγος μάχεται, αἰτιώμενος τὴν ἀμετρίαν τῆς παρ' αὐτῶν ἐπαγομένης ἐπιβουλῆς· ὅτι οἱ μὲν ἄνθρωποί εἰσι ζῶον ἀσθενὲς, ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι πρώτῃ προσβολῇ, ἀλλὰ καὶ δευτέ ραν καὶ τρίτην ἐπάγετε· ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ περιπεσόντος ἡμῖν καταστρέψητε, ὥστε γενέ σθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνα τραπέντι. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι. (A f. 317 b.) Μόνον γὰρ οὐχὶ καὶ αὐτοῦ τοῦ λο γικοῦ οἱ δαίμονες ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· "Ἄνθρωπος ἐν τιμῇ ὣν οὐ συνῆκε." Ἔδραμον ἐν δίψει. (A f. 318.) Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ' ἡμῶν διψῶντες ἡμῶν τὴν ἀπώλειαν καὶ τὴν ἀποστέρησιν τῆς τιμῆς. Ἀκούεις ὅπως οἱ τῆς ἀνομίας υἱοὶ ἐξωθεῖν [cod. ἔξωθεν] ἡμᾶς σπουδάζουσι τῆς ἐκνεμηθείσης παρὰ Θεοῦ τιμῆς, καὶ ἀποστερεῖν ἐπείγοντες τῶν δεδω ρημένων ἡμῖν ἄνωθεν ἀγαθῶν; Θέλοντες δὲ τιμῆς ἐξῶσαι τοὺς ἡγιασμένους, δεδιψήκασι τοῦ πράγμα τος τὴν κατόρθωσιν, καὶ πᾶσαν εἰς τοῦτο πεποίην ται τὴν σπουδήν. Τοῦτο γάρ ἐστι τὸ, "Ἔδραμον ἐν δίψει." Ποίαις δὲ κέχρηνται μηχαναῖς· 69.1117 Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.