Exposition on the Psalms · §ps055-rem-mid

Psalm ΞΑʹ rem mid

Rem mid: Psalm ΞΑʹ; lemma continues; spiritual reading with the letter.

Greek

δοῦλος τῆς ἁμαρτίας. Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. (A f. 318 b, E f. 113.) Συναγωγὴν οὐ μερικήν τινα λέγει, καθὰ καὶ πάλιν Μωσῆς. Ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάν των προαναφωνεῖ κλῆσιν. Ἐπεφάνη γὰρ ὁ Μονογε νὴς οὐ μερικήν τινα ποιούμενος κλῆσιν, οὐδὲ σώζων ἔτι μόνον τὸν Ἰσραὴλ καθὰ καὶ διὰ τῶν ἁγίων προφη τῶν, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προσφω νῶν τε καὶ λέγων· "Ἀκούσατε, πάντα τὰ ἔθνη," καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ διὰ Μωσέως [νόμος] ἓν ἐπαίδευσεν ἔθνος τὸν Ἰσραήλ· ἡ δὲ διὰ Χριστοῦ χάρις εἰς πᾶσαν τὴν ὑπ' οὐρανὸν ἐπευρύνεται. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. (F f. 91 b.) Μάταιοι δὲ κατὰ τὸ ἀληθὲς οἱ υἱοὶ τῶν ἀνθρώπων, τουτέστιν οἱ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, οἱ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις προσκείμενοι, καὶ μόνα ζητοῦντες τὰ πρόσκαιρα. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. (B f. 255 b, H f. 88.) Μηδὲν μέγα τὸ πρᾶγμα εἶναι νομίσῃς. Παρατρέχει γὰρ, ὡς ἔφην, ὁ πλοῦτος, καὶ μόνον ὀφθεὶς σκιᾶς ἐν ἴσῳ φεύγει. Ζητῶμεν δὲ παν ταχοῦ τὴν δικαιοσύνην τοῦ Θεοῦ, ἐρευνῶμεν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέ λειον. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. (A f. 31 b.) Τί φὴς, ὦ μακάριε ∆αβίδ; Ἅπαξ λαλῆσαι διισχυρίζῃ τὸν τῶν ὅλων Θεόν; Εἶτα πῶς ὁ λόγος ἐστὶν ἀληθής; Λελάληκε γὰρ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις, πολυμερῶς τε καὶ πολυτρόπως τοῖς πα 69.1120 τράσιν. Πῶς οὖν ἔφης ἐνταῦθα, ἅπαξ λαλῆσαι τὸν Θεόν; Νοήσωμεν τοῦ λόγου τὴν δύναμιν· βούλεται δέ τι τοιοῦτον δηλοῦν ὁ πνευματοφόρος· Κἂν ἄπαξ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, ἀλλ' ἔχων πᾶσαν εὐθὺς τὴν τοῦ συμφέροντος γνῶσιν, οὐ μακρῶν εἰς τοῦτο δεη θήσομαι λόγων.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.