Psalm ΞΒʹ rem early
Rem early: Psalm ΞΒʹ; historia and theoria on the lemma toward Christ.
Greek
ἐπαινέσουσί σε, οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. (A f. 321.) Καρπὸν χειλέων τὴν ὑμνῳδίαν ἐπαγ γέλλεται, καὶ τὸν Θεὸν οὐ μόνον στόματι εὐλογεῖν συντίθεται, ἀλλὰ καὶ διὰ τῆς ζωῆς τοῦτο ποιεῖν, τουτέστι δι' ἐναρέτου πολιτείας δοξάζειν αὐτόν· καί φησιν, ὅτι Οὐ πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας ἐκτενῶ, ἀλλ' ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐπικαλούμενος ἐν προσ ευχαῖς ὄνομα, οὐκ αἰτήσω παρά τινος αἴτημα τῶν ψευδωνύμων θεῶν· σοὶ δὲ τῷ κατὰ φύσιν ὄντι Θεῷ προσκομιῶ τὰς λιτάς. Καύχημα δὲ τοῦτο ἀξιοπρε πὲς καὶ ἐξαίρετον, τὸ μόνον εἰδέναι τὸν τῶν ὅλων Θεὸν, καὶ αὐτῷ προσκομίζειν τὰς προσευχάς. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. (A f. 321). ∆είκνυσιν πόσον τὸ κέρδος τῶν ἐπ' αὐτῷ μόνῳ τὰς ἐλπίδας ἐχόντων. Ὥσπερ γὰρ τὸ σῶμα τοῖς ἐστεατωμένοις ὅ ἐστι τοῖς λιπαροῖς ὄψοις πιαίνεται μᾶλλον, οὕτως ἡ ψυχὴ τῇ δαψιλεῖ χορηγίᾳ τοῦ Πνεύ ματος καὶ τῇ εὐφροσύνῃ, ἧς ἐμπλησθῆναι ὁ προφή της εὔχεται, ἵνα ἐν χείλει ἀγαλλιάσεως αἰνέσῃ τὸν Κύριον, τῆς πνευματικῆς τροφῆς κορεσθείς. Ὅτε γὰρ, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γένωμαι, τότε δὴ, τότε χαρᾶς πληροῦται τὸ στόμα μου. Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. D f. 15, G f. 32 b.) Τὴν φρουρητικὴν δύναμιν τοῦ Θεοῦ σημαίνει ἢ τὴν Παλαιὰν καὶ τὴν Νέαν. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. (A f. 321 b, E f. 115.) Κόλλησιν ὀνομάζει τὸ οἱονεί πως πεπηγὸς φρόνημα, καὶ τὸ ἐκτενὲς εἰς ἀρετὴν, καὶ τὸ ἀδιάσπαστον εἰς ἀγάπην. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Ὅταν δέ τις τῷ καθαρῷ συναφθείη διὰ καθάρσεως, ὑπὸ τῆς ἐκείνου λοιπὸν ἄγεται δεξιᾶς, τουτέστι Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, δι' ἧς τὰ πάντα κατορθοῖ καὶ πάντα ἐργάζεται. 69.1124 Ἐκεῖνος δὲ δύναται κολληθῆναι τῷ Κυρίῳ, ὁ ἐπ' αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος· ὃς καὶ ἀκούει παρὰ Θεοῦ· "Σὺ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.