Exposition on the Psalms · §ps058-rem-mid

Psalm Ξ∆ʹ rem mid

Rem mid: Psalm Ξ∆ʹ; lemma continues; spiritual reading with the letter.

Greek

ελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι," τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες, τὸν δὲ φύσει γνόντες Θεόν. Τινὲς δὲ ἐξόδους μὲν πρωΐας τὰ ἀνατολικὰ μέρη τῆς γῆς νοοῦσιν· ἐξόδους δὲ ἑσπέρας τὰ δυ τικά. Ἐνανθρωπήσας οὖν, φησὶ, καὶ πολιτευσάμενος ἐπὶ γῆς, εὐφρανεῖς καὶ τοὺς ἐπὶ τῆς ἀνατολῆς καὶ τοὺς ἐπὶ δυσμῶν.–(C f. 154 b) Ἐν τῷ φωτί σου ἐξαγάγῃς τὰ ἔθνη, καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος πληρώσῃς ταῦτα ἀγαλλιάσεως. Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν. (E f. 119) Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγα θῶν τὴν σύμπασαν γῆν, πεπλήρωκας αὐτὴν τῶν πνευ ματικῶν χαρισμάτων, τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ' οὐρανόν· ἡμᾶς δὲ τοὺς πεπλανημένους, γῆν ὄν τας ξηρὰν ὥσπερ καὶ ἄνυδρον, καρποφόρον ἔδειξας καὶ γονιμωτάτην. Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. (E f. 119 b) Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει. Αὐτὸς καὶ ζωῆς πηγὴ, καθ' ἃ εἴρηται· "Παρὰ σοῦ πηγὴ ζωῆς." Τούτου τὰ ὁρμήματα, τουτέστιν αἱ δι δασκαλίαι, εὐφραίνουσι τὴν Ἐκκλησίαν. Ὅτι οὕτως ἡ ἑτοιμασία. (cod. M f.105.) Οὕτως προνοητικώτατα καὶ θεοπρεπῶς· ἐντεῦθεν δηλονότι πρόῤῥησις μελλόντων, καὶ οὐ γεγενημένων διήγησις. 69.1132 Τοὺς αὔλακας αὐτῆς μέθυσον. (E f. 116 b. Κυρίλλου καὶ Ἡσυχίου.) Αὔλακάς φησι τὰ βάθη τῆς καρδίας· ἅπερ ὅτ' ἂν μεθυσθῇ τῇ χορηγίᾳ τοῦ Πνεύματος, πλῆθος ἐν ἡμῖν ἀρετῶν βλαστάνει. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρη στότητός σου. (A f. 328 b, D f. 162, E f. 119 b, L f. 152) Πρὸς δὲ νοῦν, Ἐνιαυτὸς χρηστότητος καρπὸν φέρων εὐσέ βειαν, ὁ τῆς ἐπιδημίας Χριστοῦ, ὅτε καὶ εὐλογήμεθα, ἐμφύτῳ χρηστότητι καὶ φιλανθρωπίᾳ χρησαμένου Θεοῦ. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς διὰ φωνῆς Ἡσαΐου τοῦ προφήτου φησί· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλ κέν με," καὶ ἑξῆς· "καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν." ∆εκτὸς γὰρ ἐνιαυτὸς ἦν, καθ' ὃν ἐνηνθρώ πησεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· εἰσδεδέγμεθα δὲ καὶ ἡμεῖς διὰ πίστεως, προσκομίζοντος ἡμᾶς αὐτοῦ τῷ Θεῷ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.