Exposition on the Psalms · §ps059-rem-mid

Psalm ΞΕʹ rem mid

Rem mid: Psalm ΞΕʹ; lemma continues; spiritual reading with the letter.

Greek

ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν. (D f. 163 b, G f. 53, L f. 154) Ὁ τοῦ Σωτῆρος ἡμῖν προσπεφώνηκε μαθητής· "Ἀδελφοὶ, μὴ ξενί ζεσθε τῇ ἐν ὑμῖν πυρώσει, πρὸς πειρασμὸν ὑμῖν ἐγγινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθ' 69.1137 ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε." Πύρωσιν δέ φησιν ἐν τούτοις τὴν διὰ πόνων δοκιμα σίαν. Χρὴ γὰρ ἡμᾶς ἐν τούτοις ὁρᾶσθαι νεανικοὺς, "Εἰδότας ὅτι τὸ δόκιμον ἡμῶν τῆς πίστεως κατεργά ζεται ὑπομονήν. Ἀλλ' ἡ ὑπομονὴ, φησὶ, ἔργον τέ λειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι." Καὶ μετ' ὀλίγα. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες, καὶ εἰς τὸ τῆς ἐλπίδος καταντήσαντες τέλος, λέγουσι· "∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν." (E f. 122) Πύρωσιν δὲ, ὡς ἔφην, ὀνομάζει τὴν ἐν τοῖς ἀγῶσι θλίψιν· ὕδασι δὲ πάλιν ἀφομοιοῖ τὰς τῶν διωκόντων ἐπηρείας, ἤτοι τὰς ἀκαθέκτους ὁρμὰς καὶ τὰς ἀφορήτους ἐφόδους· ἀφόρητος γάρ ἐστιν τῶν ποταμίων ὑδάτων ἡ ἔφοδος. Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν. (K f. 118 b) Ποῦ γὰρ ἡ τοῦ παλαίειν εἰδότος εὐ τεχνία διαγινώσκεται, ἢ δῆλον ὅτι προτεθέντων ἀγώ νων, καὶ στεφάνων ἐπηγγελμένων; Ποῦ δὲ ὁ στρα τιώτης; ἆρ' οὐχὶ καιροῦ καλοῦντος εἰς μάχην; Οὐκοῦν καὶ τὸν γενναῖον τῆς ἀσεβείας ἐραστὴν δοκιμάζουσιν οἱ πόνοι, καταλαμπρύνουσιν οἱ πειρασμοί. Θεὸς γὰρ εἰσήγαγεν εἰς τὴν παγίδα, οὐκ ἀρτύσας τὸν πειρα σμὸν, συγχωρήσας δὲ μᾶλλον τὸ πειράζεσθαι, ἵνα φαίνωνται γνήσιοι, ἵνα τὸν ἀμαράντινον κομίσωνται στέφανον. Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι, κ.τ.λ. (A f. 331 b. Κυρίλλου, Ἀθανασίου, Βασιλείου.) Πρὸς δὲ διάνοιαν, πνευματικὰ πάντα καὶ τὰ ὁλο καυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ ἡ προσφορὰ γίνε ται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμι κοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι· ἢ λογισμοὶ ἡγε μονικοὶ τὰ πάθη κερατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως· ἀναλο γεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ, τὰ μετανοίας ἔργα· περὶ ἁμαρτίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. ∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι. (B f. 269, H f. 124) Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ' οὐδὲ τίνα τρόπον ἐξ 140 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.