Psalm ΞΗʹ rem early
Rem early: Psalm ΞΗʹ; historia and theoria on the lemma toward Christ.
Greek
συμπόσια αὐτός τε καὶ οἱ μαθηταί. Οἱ δὲ διαβάλλοντες, τούτοις ἐχρῶντο τοῖς λόγοις, τὸν λοιπὸν τῆς αὐτοῦ διαίτης ἀγνοοῦντες καιρόν. Πλὴν ἀρκείτω πρὸς ἀπόδειξιν ἡ συνεχὴς τεσσαρακονθήμερος νηστεία. Ἐπληροῦτο δὲ ταῦτα καὶ κατὰ τὸν καιρὸν τοῦ πά θους, ὅτε, λοιπὸν αἰρομένου τοῦ νυμφίου, ἐνήστευον οἱ μαθηταὶ, ὥστε καὶ αὐτὸν εἰκὸς προορῶντα τὸ πά θος καὶ τὰ παρακολουθοῦντα τοῖς Ἰουδαίοις κακὰ, καταπονεῖν τὴν ψυχὴν ἐν νηστείᾳ· κωλυτικὴ γὰρ τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως ἡ νηστεία. (E f. 132) Γελῶσί τινες τῶν ἁγίων τοὺς πόνους, καὶ ὀνειδισμοῖς ποιοῦνται πρόφασιν τὰ ὄντως τεθαυ μασμένα. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. (A f. 347) Καὶ ὁ Σωτὴρ δὲ ὑπὲρ ἡμῶν ἐξομολο γεῖται καὶ κακοῦται· ὁ γὰρ σάκκος τὴν σκληρὰν αἰνίττεται δίαιταν καὶ τὸ πένθος. Ἀλλὰ καὶ τοῦτο εἰς παραβολὴν γέγονε τῷ Κυρίῳ, τουτέστιν εἰς ὄνει δος. Σύνηθες γὰρ τοῖς φαύλοις ὀνειδίζειν τοῖς ἀγα θοῖς δι' ἃς ἔχουσι κακοπαθείας· εἰκὸς δὲ τὸν Χριστὸν μετὰ τὸ ἀναιρεθῆναι, παραβολὴν γενέσθαι τοῖς Ἰου δαίοις· οἷον, Τοιαῦτα πάθοι ὁ ἐχθρὸς ἡμῶν οἷα καὶ ὁ ἐσταυρωμένος. Κατὰ δέ τινας διὰ τοῦ σάκκου, τὸ σῶμα σημαίνεται σκληρὸν ὂν καὶ ἀντίτυπον· διὰ 69.1165 γοῦν τὴν τῆς σαρκὸς περιβολὴν ὠνειδίσθη ὁ Κύριος. Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, κ.τ.λ. (A f. 347) Καὶ Ἰουδαῖοι δὲ Χριστὸν ἔν τε συμπο σίοις ὠνείδιζον, παροίνιον αὐτὸν διήγημα ποιούμενοι καὶ κωμῳδίαν, ἔν τε ταῖς πρὸς ἀλλήλων ὁμιλίαις κατεγέλων αὐτοῦ. Τὰ γὰρ συνέδρια τῶν ἀκαιρουμέ νων εἰς αὐτὸν εὐκαίρουν, καὶ ἠδολέσχουν, εἴτουν ἐσχόλαζον, καὶ συνεχῶς διηγοῦντο. [Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες. Ταῦτα λέγει, τὸ παγχάλεπον τῆς Ἰουδαίων Συν αγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτού μενος.] Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε. (A f. 347 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Ὁ Σύμ μαχος· "Ἐμοὶ δὲ προσευχὴ σὺ, Κύριε." Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. Φαίη δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Εἰ καὶ ἐχλεύαζόν με, καὶ πονηρὰ ἀντὶ ἀγαθῶν ἀνταπεδίδοσάν μοι, ἀλλ' οὖν ὑπὲρ αὐ τῶν ἐγὼ οὐ παύσομαι πρὸς σὲ χρώμενος τῇ προσ ευχῇ. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς καὶ ἐν τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούν των εὐχόμενον. Εἶτα τίθησιν ἑξῆς καὶ τὰ ῥήματα τῆς προσευχῆς. Καιρὸς εὐδοκίας, ὁ Θεός. (A f. 347 b, E f. 132) Εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ· τὸ δὲ ἀνακεφαλαιώσασθαι ἔστι τὸ ἀναλαβεῖν καὶ ἀνακομίσαι τῶν πραγμάτων τὴν φύσιν εἰς τὸ ἐν ἀρχαῖς. Εὐδοκίαν δὲ καλεῖ τὴν βουλὴν τοῦ Θεοῦ, ὥστε ἡμᾶς σωθῆναι καλῶς αὐτῷ δόξασαν. "Ὅτε οὖν ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, 149 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ." Εἰς τοῦτο ἐλθὼν, φησί· "Καιρὸς εὐδοκίας" ὅμοιον τῷ, "Ἐλή λυθεν ἡ ὥρα." Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. (A f. 347 b) Τοῦτο δὲ ποιήσεις, ὑπὲρ αὐτῶν ἀπο θανόντα με σώσας διὰ τῆς ἀναστάσεως. Ὑπὲρ αὐτῶν γὰρ ἀναδέχομαι ζωὴν καὶ σωτηρίαν· σὺν ἐμοὶ γὰρ ζωοποιηθήσονται οἱ δι' ἁμαρτίαν νεκροί. Μόνη μέν τοι ἀληθὴς ἡ παρὰ Θεοῦ σωτηρία, τυπικῆς οὔσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν σωτηρίας. Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βα θέων τῶν ὑδάτων. (A f. 347 b) Αἰτεῖ καὶ ὁ Σωτὴρ ἀπὸ τῶν Ἰουδαίων ῥυσθῆναι, οἳ ἐμίσουν αὐτὸν ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ἐν βάθει κρυπτομένην πονηρίαν. Ἢ βάθος ὑδάτων τὸν θάνατον λέγει καὶ τοὺς πειρασμοὺς οὓς ἐν Χριστῷ νικῶμεν. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. 69.1168 Μή με καταποντισάτω καταιγὶς ὕδατος, κ.τ.λ. (A f. 348, B f. 288 b, E f. 132 b, H f. 173 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ὕδατος δὲ καταιγίδα καὶ βυθὸν καὶ φρέαρ ὀνομάζειν ἔοικεν ἢ τοὺς ἐν τῷ πειράζεσθαι κινδύνους, ἢ καὶ αὐτὸν ἔσθ' ὅτε τὸν ᾅδην. Φησὶ γάρ· "Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·" ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη. ∆ηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, "Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ," τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· "Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων," καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυ χὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συν έσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ κατα πιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ' ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· "Καταιγὶς κατ επόντισέ με," νῦν λέγει· "Μή με καταποντισάτω;" Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχε ται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυσ πρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ' αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ' ἀεὶ προσευχόμενον λέγειν· "Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων," καὶ τὰ ἑξῆς. Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου. (A f. 348 Κυρίλλου καὶ Εὐσεβίου). ∆ιὰ τί δὲ καὶ ὁ Μονογενὴς χρῄζει τοῦ εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος, αὐτὸς τὴν αἰτίαν λέγει· "Ὅτι χρηστὸν τὸ ἔλεός σου," τουτέστι, ∆ιὰ τοῦτο εἰσ ακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ ἀνθρώπων εἰκότως ταῦτα ἀναδέχομαι. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παι δός σου. (A f. 348 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ἐπεὶ δὲ καὶ ὁ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποστρα φεὶς ἦν τὴν τοῦ ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν πρὸς αὐτὴν ἐπιστρέψαι τὸν Πατέρα τὸ πρόσωπον ὁ Χριστὸς παρακαλεῖ, καὶ μὴ ἐπιμεῖναι ὀργιζόμενον, ἐκ μεταφορᾶς τῶν ἐν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.