Psalm ΟΑʹ rem mid
Rem mid: Psalm ΟΑʹ; lemma continues; spiritual reading with the letter.
Greek
κίνθινον, ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· "Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς." Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν πόλιν. Σαββᾶ πόλις τῆς Ἰνδίας, ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα Νότου πρὸς Σολομῶντα. Προσκυνήσουσιν αὐτῷ. –Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. (F f. 109 b) Προσκυνήσουσιν ἅπαντες, τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες· δυνάστην γὰρ αὐτὸν ὠνόμασεν, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. 69.1184 [Καὶ τίνα δέ φησιν ἐν τούτοις πτωχὸν καὶ πένητα, ἢ δῆλον ὅτι τὸν ἐξ ἐθνῶν λαόν; Οὕτω γὰρ αὐτῶν καὶ ὁ Σωτὴρ διεμέμνητο λέγων διὰ φωνῆς Ἡσαΐου· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με." Πτωχοὶ γὰρ ἦσαν οἱ πλανώμενοι, πλοῦτον μὲν οὐκ ἔχοντες τὸν ἐξ ἀρετῶν, ἐστερημένοι δὲ καὶ τῆς ἀληθοῦς γνώσεως· καὶ, καθά φησιν ὁ μακάριος Παῦλος, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] Καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός. (E f. 143 b. Κυρίλλου καὶ Εὐσεβίου.) Καὶ τίνες οἱ προσευξάμενοι, ἢ δῆλον ἡμεῖς οἱ τὴν αὐτοῦ παρα δεξάμενοι πίστιν; Ἀνατείνοντες γὰρ πρὸς Θεὸν τὰς εὐχὰς, τὴν τῶν ἀγαθῶν χορηγίαν αἰτοῦμεν δοθῆναι διὰ Χριστοῦ. Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον. (D f. 181, E f. 144, H f. 218 b) Ποῦ γὰρ οὐκ ἔστι Χριστὸς, ἢ ποῖον ἔθνος οὐ τετίμηται τῇ τοιᾷδε κλήσει; Πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ. Πῶς οὗν ἔλαβεν ὅπερ ἔχων ἀεὶ φαίνεται; [Πῶς ἢ τίνα τρόπον προέγνως; Καὶ γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριόν φησιν· ὃ, καθὼς ὁ πάνσοφος γράφει Παῦλος, σεσίγηται μὲν χρόνοις αἰωνίοις, ἐφανερώθη δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Εἰ τοίνυν προεγνώσθη Χριστὸς, προεγνώ σμεθά που
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.