Exposition on the Psalms · §ps074-rem-close

Psalm Πʹ rem close

Rem CLOSEOUT: Psalm Πʹ CLOSEOUT.

Greek

Κόφινος δὲ καλεῖται καὶ μέχρι νῦν τὸ σκεῦος ἐν ᾧ ποιοῦνται τὰ βαστάγματα. Τὸν τοίνυν νῶτον αὐτῶν, φησὶν, ἀπέστησεν ἀπὸ ἄρσεων, τουτέστιν, ἠλευθέρωσε βασταγμάτων. Ἠλευθέρωσε δὲ καὶ τὰς χεῖρας τοῦ μὴ δουλεύειν ἐν τῷ κοφίνῳ. Αὕτη μὲν οὖν ὡς ἐν ὀλίγοις ἡ τῶν στίχων διάνοια, τὸ δυσχερὲς ἔχουσα παντελῶς οὐδέν. Καὶ μετὰ πολλά· Ἀλλὰ τῶν μὲν ἐλευθερουμένων σαρκικῶς διά κονος ἦν ὁ Μωσῆς· ἡμῶν δὲ τῶν κατὰ πνεῦμα μεσί της γέγονεν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νοητὸν κατ έλυσε Φαραὼ, τουτέστιν τὸν Σατανᾶν· ἀπεσόβησεν αὐτὸν τῆς κατὰ πάντων πλεονεξίας. Αὐτὸς ἡμᾶς ἀπήλλαξεν οὐ σωματικῆς μᾶλλον, ἀλλὰ νοητῆς δου λείας. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ. (E f. 170 b) Προσδοκηθέντες γὰρ ὅτι πάντη τε καὶ πάντως τῆς εἰς Θεὸν εὐσεβείας ἀποδώσουσι τὸν καρπὸν, ἐκ τῶν ἐναντίων γεγόνασι πονηροί. Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. (D f. 208 b, G f. 91 b, L f. 195 b) Ὡσεὶ καὶ ἔφασκεν· ὡσεὶ παιδίον, ἔφη, ἀρτιγενὲς καὶ βραχὺ καὶ πολλῆς δεόμενον τῆς ἐπιμελείας ἐξέθρεψε Θεὸς, ἄρτον μὲν εἰς κόρον παρατιθεὶς αὐτοῖς, τροφῇ δὲ τῇ διὰ μέλιτος ἐμπλησθῆναι παρασκευάσας οἰκειοτάτη γὰρ αὕτη νηπίοις τροφή.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.