Psalm ΠΗʹ rem mid
Rem mid: Psalm ΠΗʹ; lemma continues; spiritual reading with the letter.
Greek
ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπ ώσατο καὶ ἐξουδένωσεν τὸν ἴδιον Υἱὸν, Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι, πλὴν κατὰ συγχώρησιν 69.1216 τοῦ Θεοῦ καὶ Πατρός. "Ἀνεβάλου τὸν Χριστόν σου," τουτέστιν, ὑπερέθου πληρῶσαι τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ. Πῶς δὲ ὑπερέθετο; Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει· αὕτη γὰρ γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη· ἀλλ' ἐσταύρωσαν αὐτὸν Ἰου δαῖοι, κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε, φησὶ, καὶ ἐσταυρώθη. Οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου· εἰς τὴν γῆν ἐβεβήλωσας τὸ ἁγίασμα αὐ τοῦ· ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ. Ὅσον γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνο μίσθη. Ἀλλ' οὐ μεμένηκεν ἐν νεκροῖς, οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ' ἐδο ξάσθη μᾶλλον δι' αὐτοῦ. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. (F f. 152, K f. 161) Ἐπειδὴ γὰρ ὅλως Θεὸς ὢν φύσει καὶ Υἱὸς ἀληθινὸς καὶ τῶν δυνάμεων Κύριος ἠνέσχετο παθεῖν, καί τοι μὴ παθεῖν δυνάμενος, εἴπερ ἤθελεν μὴ παθεῖν, σεσίγηκας δὲ καὶ αὐτὸς, ὦ Πάτερ, διὰ τοῦτό φαμεν ὅτι οὐκ ἀντελάβου αὐτοῦ. Πόλεμον δὲ ὀνομάζει τὸν καιρὸν τοῦ τιμίου σταυροῦ, ὅτε κατεστρατεύοντο τῆς δόξης τοῦ Χριστοῦ Ἡρώδης τε καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, καὶ αὐτὸς πάντως ὁ Σατανᾶς. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν. [cod. M f.159] Τὸ κατέλυσας, ἀντὶ τοῦ κατ ήνεγκας· τὸ γὰρ λυόμενον καταφέρεται. Κατήνεγκας τοίνυν ἀπὸ καθαρισμοῦ αὐτοῦ, τουτέστι, ἀπὸ τοῦ πι στεύεσθαι ὅτι καθαρός ἐστιν. Ὑπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη. [Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος, καὶ ἐνόμισαν οἱ σταυρώσαντες ὅτι πεπον θὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· "Καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας."] Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, (K f. 161 b) Ὁρᾷς ὅπως βούλεται μαθεῖν τὴν οἰ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.