Exposition on the Psalms · §ps081-open

Expositio in Psalmos Psalm ςʹ (block 2) opening

Psalm ςʹ (block 2).

Lemma-led open on ΨΑΛΜΟΣ ς ʹ. — Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἅνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Greek

ΨΑΛΜΟΣ ς ʹ. Ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. (B f. 373 b, H f. 393 b) Ὁρᾷς ὅσην ἔχει παῤῥη σίαν παρὰ Θεῷ; ὅλον γὰρ ἑαυτὸν ὥσπερ ἀναθεὶς αὐτῷ, ἐπ' αὐτῷ πᾶσαν ἔχει τοῦ σώζεσθαι τὴν ἐλπίδα. Τρισμακάριος δὲ ὁ τοιοῦτος, καὶ ἁπάσης εὐημερίας ἔσται μεστός. Ψάλλει γοῦν ὁ μακάριος ∆αβὶδ καί φησιν· "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἅνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ." Αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. (B f. 373 b, H f. 394) Καὶ ποῖός ἐστιν ὁ ταραχώ δης λόγος; Ὁ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς· συγχέ ουσι γὰρ τὰς τῶν ἀκεραίων καρδίας, δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος, τό γε ἧκον ἐπ' αὐτοῖς, κατασύρουσι τὸν Υἱὸν, καὶ τῶν ἀνωτάτω καταφέρουσι θρόνων, ἐναριθμοῦντες τοῖς κτίσμασι, καὶ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην πεποιῆσθαι λέγοντες, καὶ ἐξ οὐκ ὄντων παρῆχθαι πρὸς ὕπαρξιν. Ἕτεροι δὲ τοῦ ἁγίου καταψεύδονται Πνεύματος, κτίσμα λέγοντες καὶ αὐτό· καὶ πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν κατα χέοντες κεφαλαῖς. Τί οὖν ὁ Ψάλλων περὶ αὐτῶν; "Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· γεγόνασι γὰρ τῆς ἀληθείας κατήγοροι, καὶ τοῦ ψεύδους συνασπισταί." Ταραχώδης οὖν ὁ λόγος αὐτῶν, οὐ γὰρ ἔχει τῆς ἀληθείας τὴν ἀσφάλειαν. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. (B f. 374, H f. 395) Καὶ τί δὴ τοῦτό ἐστιν; ∆ύο τρόπους ἴσμεν ἐπιβουλῆς. Ἢ γὰρ ἀφανῶς καὶ λελη θότως, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ λανθάνοντες, 69.1220 ἀρτύουσί τινες οἷς ἂν βούλωνται παγίδας καὶ κατα σκευάζουσι δόλους· ἢ ἐναργῶς καὶ ὡς ἐν ἡμέρᾳ καὶ ἐμφανῶς. Οὐκοῦν φόβον μὲν ὀνομάζει νυκτερινὸν τὸν ἔτι λανθάνοντα κίνδυνον, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ κρυπτομένην πανουργίαν· βέλος ἐν ἡμέρᾳ πετόμενον, τὴν ὡς ἐν φωτὶ καὶ ἐναργῶς ἐπιβουλήν. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. (B f. 374 b, H f. 395 b) ∆αιμόνιον δὲ μεσημβρινὸν ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν ἔσθ' ὅτε. Καὶ μετ' ὀλίγα· Σύμπτωμα τοίνυν πάσχουσί τινες ὅτ' ἂν ὁ νοῦς ὀκλάσῃ πρὸς φι ληδονίαν, ὅτ' ἂν ἀτονήσῃ καρδία καὶ κατενεχθῇ πρὸς φιλοσαρκίαν, ὅτ' ἂν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ὀλιγωρήσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς. Ἀλλὰ καὶ τότε 167 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σώζει Θεὸς, ἀπαλλάττει γὰρ ἀπὸ συμπτώματος καὶ ἐξ ἀκηδίας, τουτέστι δαιμονίου

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.