Exposition on the Psalms · §ps082-rem-early

Psalm Αʹ (block 2) rem early

Rem early: Psalm Αʹ (block 2); historia and theoria on the lemma toward Christ.

Greek

ἐλεήθημεν γὰρ ἐν αὐτῷ, ἐδικαιώθημεν ἐν πίστει, ἡγιάσθημεν διὰ τοῦ Πνεύματος, ἐλυτρώθημεν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, εἰς υἱοὺς τετάγμεθα, κληρονόμοι γεγό ναμεν τῆς τῶν οὐρανῶν βασιλείας. Ἠλέησε τοίνυν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· ἐδίδαξε δὲ ἡμᾶς δι' αὐτοῦ τὴν ἀλήθειαν, τουτέστι τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν.] [Ἐν τῷ ποιήματί σου. (B f. 377 b, H f. 404 b. Corderio Anonymi.) Ποίημα δὲ τὸ κάλλιστον, ἤγουν κατόρθωμα τῆς βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἔργον τῆς αὐτοῦ χειρὸς, τῆς ἐφ' ἡμῖν οἰκονομίας ἡ δύναμις, ὡς αὐτὸς ἐδίδα ξεν ἡμᾶς ὁ Χριστός· "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μο νογενῆ ἔδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον."] 69.1228 Ἀσύνετος οὐ συνήσει ταῦτα. (B f. 378, H f. 405.) Οὐ γὰρ πάντων ἐστὶν ἁπλῶς τὸ συνιέναι δύνασθαι τὸ οὕτω βαθὺ καὶ σεπτὸν μυστή ριον τοῦ Χριστοῦ· ἐκείνων δὲ μᾶλλον οἷς ἂν αὐτὸς ὁ Πατὴρ ἀποκαλύψειεν. [Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλούς. (B f. 378, H f. 405. Cord. Anonymi..) Ἀνέτειλαν γοῦν, φησὶν, ὡς χόρτος, ἤγουν ὡς ἐν ἀγρῷ βοτάνη· βραχὺ δὲ ὥσπερ ἀνθήσαντες μετὰ τοῦτο διέκυψαν· τουτέστι κατεκάμφθησαν καὶ ἐταπεινώθησαν, καὶ εἰς παντελῆ κατέβησαν ὄλεθρον, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν κατὰ Χριστοῦ.] [Σὺ δὲ Ὕψιστος, κ.τ.λ. (B f. 378 b. H f. 405 b Cord. Anonymi) Ὕψι στος γάρ ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ εἰ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ σμικροπρεπὲς, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν, καὶ ὑψώσῃ τὸ ταπεινὸν, καὶ τιμήσῃ τὸ ἠτιμωμένον, ἵνα τῇ τῆς υἱοθεσίας

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.