Expositio in Psalmos Psalm Γʹ (block 2) opening
Psalm Γʹ (block 2).
Lemma-led open on ΨΑΛΜΟΣ Γʹ. — Σύνετε δὴ, ἄφρονες.
Greek
ΨΑΛΜΟΣ Γʹ. [Ἕως πότε ἁμαρτωλοὶ, Κύριε; (B f. 382 b, H f. 415. Cord. Athanasii.) Καὶ τίνες οὗτοί εἰσιν; οἱ Γραμματεῖς δηλονότι καὶ Φαρισαῖοι, οἱ τολμῶντες ἐξουδενῶσαι Χριστόν.] [Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. (B f. 382 b, H f. 4169. Cord. Anonymi.) Ἐκάκωσαν γὰρ ἀληθῶς τὸν τοῦ Θεοῦ κλῆρον· οὐ γὰρ συνεχω ρήκασι αὐτοῖς ἐπιγνῶναι Χριστὸν, οὐδὲ τῶν διὰ πί στεως μετασχεῖν ἀγαθῶν. Ὅταν δὲ ποιμὴν ἐπιβου λεύσῃ προβάτοις, καὶ ὁ τῆς ἀγέλης ἡγούμενος οὐδένα ποιῆται τὸν λόγον τῶν ποιμνίων, τότε καλεῖται πρὸς δικαίας ὀργὰς ὁ τῆς ἀγέλης ∆εσπότης. Τοῦτο πεπον θότας Ἰουδαίους εὑρήσομεν ὁμοῦ τοῖς ἰδίοις καθηγη ταῖς.] (B f. 383, H f. 416. Cord. Alterius.) [∆ιττὸν αὐ τοῖς ὁ λόγος ἐπιφέρει τὸ αἰτίαμα. Οὐ γὰρ ἀδικοῦσι μόνον τοὺς ἀσθενεστέρους, καὶ οὓς ἧν εἰκὸς ἐλεεῖσθαι μᾶλλον, τούτοις ἀφορήτοις περιβάλλουσι συμφοραῖς (τοῦτο γὰρ δηλοῖ τὸ ἀπέκτειναν), ἀλλὰ καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω βλασφημοῦσι φύσιν, οὔτε ἐφορᾷν αὐ τὴν λέγοντες τὰ ἀνθρώπινα, οὔτε μὴν ἐπισκέπτεσθαι τὰ καθ' ἡμᾶς. Ἑλλήνων ἐστὶ τῶν ἀθέων ἡ τοιαύτη δόξα, τῶν μήτε εἰδότων τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, μήτε νοεῖν ἀνεχομένων ὅτι τοῖς αὐτοῦ νεύμασι διοικεῖται τὰ πάντα. Ἀλλὰ νενοσήκασί τινες τῶν ἐξ Ἰσραὴλ τὴν τοιαύτην ἀπόνοιαν.] [Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος. Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ. (B f. 383, H f. 416 b) Ὁ ἔλεγχος ἐν τούτοις τὴν 69.1233 ἐπιτίμησιν καὶ τὴν ἀγανάκτησιν δηλοῖ. Ἔφη γὰρ ὁ Σολομῶν· "Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα δέχεται." Οὐκοῦν τῶν ἐλέγχων ἡ δύναμις τὸ μα στίζεσθαι δηλοῖ.–(K f. 168.) Φυσικὸς λογισμὸς μη δαμῶς ἔλαττον εἶναι τοῦ ποιηθέντος τὸ πεποιηκός. Ἄφρονες οὖν εἰκότως καὶ μωροὶ, οἱ μηδὲ τοσοῦτον γινώσκοντες τῶν κατὰ φύσιν πράξεων, εἰς τοὺς παρὰ φύσιν ἀναγωγοὺς λογισμούς· καὶ τῷ μὴ βούλεσθαι κρίσιν ὑποσχεῖν ἐπὶ τοιούτοις τοῖς πεπραγμένοις· ἤδη καὶ δοξάζειν ἀναπείθουσιν ὡς οὐδ' ἔσται κρίσις· τὸ δὲ ἀδύνατον ὑπολαβεῖν· εἰ μὴ καὶ ἀνηκουστεῖν περὶ τὰ λεγόμενα, καὶ ἀβλεπτεῖν περὶ τὰ γενόμενα, καὶ ἀγνοεῖν ταῦτα νομίσειέ τις τὸν Θεόν. (B f. 383, H f. 4169. Cord. Diodori.) [Ἐλέγχων αὐ τῶν τὴν ἁμαρτίαν ὁ Θεὸς οὐκ εὐθὺς ἐπήγαγε τὰ ἐξ ὀργῆς, ἀλλ' ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀπα ράβλητον ἔχων τὴν ἡμερότητα, χαρίζεται μᾶλλον αὐτοῖς τῆς νουθεσίας τὸ φάρμακον, καὶ τὸν τῆς κατ ηχήσεως ἐξαρτύει λόγον· "Σύνετε δὴ, ἄφρονες." Ὡσεὶ λέγων· Κἂν ὀψὲ ἢ καὶ νῦν γοῦν φρονήσατε, ἐκεῖνο καθ' ἑαυτοὺς ἐννενοηκότες· "Ὁ φυτεύσας ἑτέροις ἀκοὴν, αὐτὸς οὐκ ἀκούει; Ὁ πλάσας ἡμῖν ὀφθαλμὸν, οὐχ ὁρᾷ;" Ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν χορηγὸς αὐτὸς ἐστέρηται τούτων; Οὐκοῦν τὰς τῶν ἀσυνέτων ἀφέντες γνώμας, μνημονεύσωμεν λέγοντος τοῦ Παροιμιαστοῦ· "Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνον." Ἐνώπιον γάρ εἰσι τῶν Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τὰς τρο χιὰς αὐτοῦ σκοπεύει. Οὕτω διακείμενοι τὸν ὀρθὸν καὶ ἀμώμητον διαζήσομεν βίον, ὡς ἐφορῶντος Θεοῦ.] [Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; (B f. 383, H f. 417. Cord. Eusebii.) Βούλεται μα ταιότητος μὲν ἀποστῆναι τοὺς ἐπὶ τῆς γῆς καὶ προσ καίρων καὶ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.