Exposition on the Psalms · §ps084-rem-mid

Psalm Γʹ (block 2) rem mid

Rem mid: Psalm Γʹ (block 2); lemma continues; spiritual reading with the letter.

Greek

τῶν ἐμφύτων ἡδονῶν τὴν ἔφοδον. Καὶ μετ' ὀλίγα. Ἆρ' οὖν ἐπειδήπερ ἡμεῖς μὲν ἐν τῷ κόσμῳ μεμενήκαμεν, αὐτὸς δὲ ἀνέβη πρὸς τὸν Πατέρα, ἀπέστη τῶν ἀγα πώντων αὐτόν; Οὐδαμῶς· αὐτὸς γὰρ ἡμᾶς πεπλη ροφόρηκεν εἰπών· "Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλὰ ἔρχομαι πρὸς ὑμᾶς." Ἦλθεν γὰρ πρὸς ἡμᾶς, ἀποστείλας ἡμῖν ἀνθ' ἑαυτοῦ καὶ ὡς ἑαυτὸν τὸν Πα ράκλητον, τουτέστι τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, ἴδιον δὲ ὑπάρχον καὶ αὐτοῦ τοῦ Υἱοῦ. [Ἕως οὗ δικαιοσύνη ἐπιστρέφῃ εἰς κρίσιν. (B f. 383 b. H f. 418 b. Cord. Athanasii.) ∆ικαιο σύνην μὲν ὀνομάζει Χριστόν· ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν· ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἀλλ' ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι.] (B f. 383 b, H f. 418 b.) ∆ικαιοσύνη ἐστὶν αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Οὕτω γὰρ αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν ἁγίων προφητῶν ὀνομάζει λέγων· "Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι." Καὶ μετ' ὀλίγα· Ἐπιστρέψει εἰς κρίσιν, τουτέστιν ἐξ οὐρανοῦ παραγενήσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Τότε γὰρ, φησὶν, "ὅταν ἡ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, ἐχόμενοι αὐτῆς ἔσονται," τουτέστιν ἐγγὺς καὶ περὶ αὐτὴν, ἤτοι σὺν αὐτῇ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ δίκαιοι. 69.1237 [Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; (B f. 384, H f. 419. Cord. Anonymi.) Μαχομένῳ μοι, φησὶ, κατὰ τῶν πονηρευομένων τίς συναντιστή σεται; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργα ζομένοις τὴν ἀνομίαν; Καὶ οὐκ ἀγνοούντων ἐστὶν ἡ φωνὴ, ἀλλ' εὖ εἰδότων καὶ πεπιστευκότων ὅτι πάντη τε καὶ πάντως συμπαραστάτην ἔξουσι Χριστὸν, καὶ αὐτὸς αὐτοὺς ἐξελεῖται, καὶ κρείττονας ἀποφανεῖ τῆς τῶν ἐχθρῶν δυστροπίας.] [Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. (B f. 384, H f. 419. Cord. Anonymi.) Πόδα δέ φη σιν ἐν τούτοις οὐ τὸν τοῦ σώματος (μὴ γὰρ τοῦτο ὑπολάβῃς), ἀλλὰ τὴν τῆς διανοίας ῥοπὴν, καὶ τῆς ψυχῆς τὴν θέλησιν, ἀφ' ἧς ἐφ' ἕκαστον τῶν πρα κτικῶν ἐρχόμεθα. Ἕκαστος γὰρ ἡμῶν πεπίστευται τῆς ἑαυτοῦ διανοίας τὸ πηδάλιον. Οὐκοῦν ὁ μὲν τῆς ἁγνείας ἐραστὴς, καὶ τὴν θεοφιλεστάτην ἐγκρά τειαν ἀσκῶν ὑποσαλεύεται, πολλάκις καταστρέφοντος τοῦ Σατανᾶ, προσηκόντως, πρὸς ἐκτόπους ἡδονάς· πλὴν ἐπαμύνει καὶ σώζει ὁ Θεός.] Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν 173 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.