Exposition on the Psalms · §ps086-rem-early

Psalm Εʹ (block 2) rem early

Rem early: Psalm Εʹ (block 2); historia and theoria on the lemma toward Christ.

Greek

Κύριος καὶ αἰνετὸς σφόδρα. (B f. 388 b, H f. 430, Cord. Anonymi.) Μέγας ὄν τως ὁ Κύριος ἡμῶν, καὶ θεοπρεπεστάτην ἔχει τὴν κατὰ πάντων ὑπεροχήν· ἴσος δὲ καὶ ὁμοούσιος αὐτῷ παντελῶς οὐδείς. Εἷς γάρ ἐστιν Υἱὸς φύσει ἀληθὴς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῖς τοῦ τεκόντος αὐτὸν ἀξιώμασι στεφανούμενος, αἰνετὸς σφόδρα, τουτέστι, δοξολογούμενος παρά τε τῶν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πνευμάτων, καὶ παρὰ τῶν ὄντων ἐπὶ γῆς. Τὸ καινὸν οὖν ᾆσμα πρὸς τοῖς εἰρημένοις διδάσκει, τὸν Κύριον τοῦ καινοῦ ᾄσματος μέγαν τινὰ εἶναι καὶ αἰνετὸν σφόδρα, καὶ πρὸς τούτοις φοβερὸν ἐπὶ πάντας τοὺς θεούς· μέγαν μὲν ὡς Θεοῦ Λόγον, καὶ πάντων ∆η μιουργόν· αἰνετὸν δὲ ὡς εὐεργέτην καὶ Σωτῆρα πάν των· φοβερὸν δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς πάλαι νομιζο μένοις θεοῖς, δηλαδὴ τοῖς πονηροῖς δαίμοσιν, οὓς καθεῖλεν, ἀπελάσας τῆς κατὰ τῶν ἀνθρώπων ἐπιβου λῆς. ∆ιόπερ ἵνα μὴ κατὰ τῶν ἁγίων, τῶν δὴ θεῶν προσηγορευμένων, ὑπολάβοις αὐτὸν φοβερὸν εἰρῆσθαι, ἀναγκαίως ἐπήγαγεν· "Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια." Αὐτὸς δὲ ὁ Κύριος μέγας ἐστὶ καὶ αἰνε τὸς σφόδρα.] [Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια. (B f. 388 b, H f. 430. Cord. Alterius.) Τουτέστι πονηρὰ καὶ ἀκάθαρτα πνεύματα, τὴν τοῦ Θεοῦ δόξαν ἐφ' ἑαυτοῖς ἁρπάζοντα, καὶ ὥσπερ τινὰ κόνιν τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν ταῖς διανοίαις τῶν ἀνθρώπων 69.1245 ἐπιτάττοντα, ἵνα μὴ ἀναβλέψαντες τὸν τῶν ὅλων ἴδωσι ∆ημιουργὸν καὶ Κύριον. Ἀλλ' ἵνα ἡμεῖς οἱ πεφωτισμένοι, καὶ τὴν τῆς ἀληθείας πλουτήσαντες γνῶσιν, καταδεικνύωμεν αὐτοῖς ὃν ἠγνόουν λέγοντες· "Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν." Ἀπὸ γὰρ τῆς τῶν ἔργων μεγαλουργίας καὶ ἀπὸ καλλονῆς κτι σμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ἔστι μὲν ὁρατὸν τῇ φύσει τὸ Θεῖον, καὶ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.