Expositio in Psalmos Psalm Ζʹ (block 2) opening
Psalm Ζʹ (block 2).
Lemma-led open on ΨΑΛΜΟΣ Ζʹ. — Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.
Greek
ΨΑΛΜΟΣ Ζʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. (B f. 393 b, H f. 443.) Καινὸν τὸ ᾆσμα· πάντα γὰρ ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Καὶ μετ' ὀλίγα. [Καὶ ποῖα ταῦτά ἐστι τὰ καινά; τὰ διὰ Χριστοῦ δηλονότι. Πάλαι μὲν γὰρ, ὡς ἔφην, ἐλυτρώσατο διὰ Μωϋσέως τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, καὶ πικρᾶς αὐτοὺς ἐξείλετο δουλείας· κατεπνίγετο δὲ καὶ ἐν θα λάσσῃ διώκων ὁ Φαραὼ, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ Θεὸς ἐδοξάζετο. Ἀλλ' ἐν τούτοις μὲν τὰ ἐκείνων. Ἴδωμεν δὲ τὰ καινὰ τὰ διὰ Χριστοῦ. Οὐχ ἓν ἔθνος ἐλυτρώθη. καθὰ καὶ πάλαι μόνος ὁ Ἰσραὴλ, σέσωσται δὲ μᾶλλον 69.1253 ἡ σύμπασα γῆ. Οὐκ ἄνθρωπον Αἰγύπτιον πεπνιγμέ νον ὁρῶμεν ἐν θαλάσσῃ, ἀλλ' αὐτὸν τὸν ἀλαζόνα καὶ ἀλιτήριον Σατανᾶν πεσόντα, καὶ κείμενον ὑπὸ πόδας ἁγίων. Ἔφη γάρ που Χριστός· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ." Ὄφεις δὲ καὶ σκορπίους ὀνομάζει τοὺς πονηροὺς καὶ ἰοβόλους δαίμονας· ὧν τῆς σκαιότητος ἀπηλλάγημεν.] Καὶ μετ' ὀλίγα· Ἐπὶ τίσιν ἄρα καὶ ποίας ἔχοντες τοῦ ψάλλειν τὰς ἀφορμὰς, αὐτός σε πάλιν διδάξει λέγων· "Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος." Καὶ ποῖα ταῦτά ἐστι; Τὰ ἐξαίρετα καὶ τεθαυμασμένα, ἃ πεποίηκεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. [Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ. Ἔσωσε γὰρ τὴν ὑπ' οὐρανὸν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός· οὔτως αὐτὸν καὶ αὐτὸς ὁ Πατὴρ ὀνομάζει λέγων· "Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου," ἐν ᾗ ἐστερέωσα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. [∆ιέσωσε γὰρ ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς,
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.