Exposition on the Psalms · §ps089-open

Expositio in Psalmos Psalm Ηʹ (block 2) opening

Psalm Ηʹ (block 2).

Lemma-led open on ΨΑΛΜΟΣ Ηʹ. — Ὅτι Θεὸς κριτής ἐστι.

Greek

ΨΑΛΜΟΣ Ηʹ. [Ὁ Κύριος ἐβασίλευσεν. Πεμπέτωσαν εἰκῆ τῆς ἑαυτῶν βασκανίας τὰ βέλη κατὰ Χριστοῦ, ἀρτυέτωσαν ἐπιβουλὰς οὐδὲν ἀδικῆσαι δυναμένας τὸν οὐδὲν εἰδότα παθεῖν.] [Κύριος ἐν Σιὼν μέγας. Οὐ παρὰ τῇ Σιὼν σωματικῇ μέγας ἦν ἢ ὑψηλὸς ὁ Σωτὴρ, παρὰ τῇ νοητῇ δὲ μᾶλλον, τουτέστι τῇ Ἐκκλησίᾳ· ἢν αὐτὸς ἑαυτῷ παρέστησε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον, κατὰ τὸ γεγραμμένον] [Οὐ γὰρ καθ' ἕνα τῶν ψευδωνύμων θεῶν γινωσκό μενος μὲν παρά τινων, ἀγνοούμενος δὲ παρ' ἑτέρων· ἀλλ' αὐτὸς ἐν οὐρανῷ μὲν δοξαζόμενος παρὰ τῶν ἄνω πνευμάτων, ἐπὶ γῆς δὲ προσκυνούμενος παρ' ἡμῶν. Ὑψηλὸς τοιγαροῦν ἐν δόξῃ καὶ τὸν ἑαυτοῦ φόβον ἐν τιθεὶς τοῖς εἰδόσιν αὐτὸν, σωτηρία δὲ καὶ τοῦτο ψυ χῆς.] [Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου. Αἱ τιμαὶ, φησὶ, τῶν βασιλέων ἀγαπῶσιν ἔχειν τὸ 69.1257 δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Ἀκολουθεῖ γὰρ πάντως τῇ τοῦ βασιλέως τιμῇ τὸ χρῆναι κρίνειν καὶ νομοθετεῖν. Ἤδη κριτής ἐστι καὶ νομοθέτης Θεὸς τοῦ παντός. Γέγραπται γάρ· "Ὅτι Θεὸς κριτής ἐστι." Καὶ πάλιν· "Εἷς

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.