Question 1 rem early
Rem early: Question 1; historia and theoria toward orthodox Christology.
Greek
μένων ποιεῖ τὰ ἔργα αὐτός;" πῶς δὲ διὰ τοῦ προφήτου φησί "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν "ἐγὼ πληρῶ, λέγει Κύριος;" καὶ πάλιν "Θεὸς ἐγγίζων "ἐγὼ εἰμὶ, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν;" πάντα γὰρ ἐγγὺς ἔχει, τὰ πάντα πληρῶν ὁμοῦ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος Χριστός. καὶ γοῦν ὁ προφήτης ∆αυείδ "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, "καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐρανοὺς ἢ γῆν εὑρεῖν δύνασθαί ποτε κενοὺς τῆς ἀῤῥήτου θεότητος. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα ἡ θεία τε καὶ ὁμοούσιος Τριάς. μεμνήμεθα δὲ ὅτι καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τοῖς ἁγίοις ἀποστόλοις ἔφασκε "Συμ"φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παρά"κλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς." ἐπειδὴ δὲ πεπόρευται, 579 τὴν ἰδίαν ὑπόσχεσιν ἀποπληρῶν, ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν παράκλητον, τουτέστι, τὸ Πνεῦμα. ἔστι δὲ ὁμοούσιον τῷ Πατρὶ καὶ Υἱῷ. ἆρ' οὖν ὅτε καταπεφοίτηκεν εἰς γῆν ὁ παράκλητος, ἵνα ἡμᾶς ἁγιάσῃ τὸ Πνεῦμα, οὐκ ἦν ἐν τοῖς οὐρανοῖς; Ἀλλ' ἐκεῖνο φάναι πρέποι ἂν, ὅτι ἁγιάσαν ἡμᾶς ἀνέβη πάλιν εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἔστι μεθ' ἡμῶν, καίτοι γέγραπται "Ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην." ἀλλὰ καὶ αὐτὸς ἔφη Χριστὸς μέλλων ἀναβαίνειν πρὸς τὸν Πατέρα "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.