Answers to Tiberius · §q03-rem-mid

Question 3 rem mid

Rem mid: Question 3; lemma continues; spiritual reading with the letter.

Greek

αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; ποῖον ἄρα τὸ προὔχον ἐν γνώσει, τὸ εἰδέναι τί ἔστιν ὁ Πατὴρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; γέγραπται δὲ πάλιν ὅτι "τὸ Πνεῦμα πάντα ἐρευνᾷ "καὶ τὰ βάθη τοῦ Θεοῦ." ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ 585 αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρί; πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκονομίαν, φάναι τε, ὅτι πεφόρηκε μὲν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης ἁμαρτίας. ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκότως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθ' ὃ μὲν νοεῖται Θεὸς,

About this text

Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.

English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.

Witnesses

  • Copy-text PG — Responsiones ad Tiberium (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.