Responsiones Question 8 opening
Question 8.
Lemma-led open — Πρὸς τοὺς λέγοντας Εἰ καὶ ἄγγελοι κατ εἰκόνα Θεοῦ. ΕΠΙΛΥΣΙΣ. Τὸ δέ Κατ εἰκόνα Θεοῦ διερμηνεύοντες ἐπ
Greek
Πρὸς τοὺς λέγοντας Εἰ καὶ ἄγγελοι κατ' εἰκόνα Θεοῦ. ΕΠΙΛΥΣΙΣ. Τὸ δέ Κατ' εἰκόνα Θεοῦ διερμηνεύοντες ἐπὶ τοῦ ἀνθρώπου, οὐ τὴν τοῦ σώματος εἰδέαν μεταμορφοῦσθαι πρὸς αὐτὸν ἐλέγομεν. ἀσώματον γὰρ ἄϋλόν τε καὶ ἀναφὲς τὸ θεῖον, καὶ ποσότητος ἐπέκεινα καὶ περιγραφῆς, εἴδους τε καὶ σχήματος. ἐφαρμόζοντες δὲ τῷ ἀνθρώπῳ τὸν θεῖον ἐξεικονισμὸν, ἐλέγομεν ὅτι κατὰ τὴν τῶν ἠθῶν ἤτοι τῶν τρόπων ποιότητα, καὶ κατ' εἶδος τὸ πνευματικὸν, ὃ διὰ τῆς τῶν ἀρετῶν εὐειδίας ἐκφαίνεται, πεποιῆσθαί φαμεν καθ' ὁμοίωσιν αὐτοῦ τοῦ δημιουργοῦ. ἐν παντὶ γὰρ καλῷ τὸ θεῖον, καὶ ἁπάσης ἀρετῆς αὐτοπηγὴ καὶ ῥίζα γαὶ γένεσις, ἥκει δὲ καὶ εἰς ἡμᾶς ἐκεῖθεν τὰ ἀγαθά. εἰ τοίνυν κατά γε τὴν ἐξ ἀρετῶν εἰδέαν 600 διαμορφούμεθα πρὸς Θεὸν, ἔνεστι δὲ τοῦτο καὶ τοῖς ἁγίοις ἀγγέλοις καὶ ἀσυγκρίτως ὑπὲρ ἡμᾶς· οὐκ
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.