Question 9 rem early
Rem early: Question 9; historia and theoria toward orthodox Christology.
Greek
τηνικάδε Θεός· "ἤλπισε γὰρ ἐπικαλεῖσθαι, "φησὶ, τὸ ὄνομα κυρίου τοῦ Θεοῦ αὐτοῦ." ἀλλ' οἱ μὲν ἀπὸ Ἑνὼς γεγονότες, ἐπιμεληταὶ δικαιοσύνης καὶ ἁπάσης 601 ἀγαθουργίας, ἔθεσιν ἑπόμενοι τοῖς τοῦ πατρός· οἱ γεμὴν ὑπὸ τοῦ Καῒν θρασεῖς καὶ ἐπάρατοι καὶ πᾶν εἶδος φαυλότητος ἑτοίμως ἐπιτηδεύοντες, ἦν γὰρ αὐτοῖς τοιοῦτος καὶ ὁ πατήρ. ἕως μὲν οὖν ἦσαν ἀλλήλοις ἄμικτα τὰ γένη, διεσώζετο παρὰ τοῖς ἀπὸ Ἑνὼς γεγονόσι τὸ ἐν ἀρίστῃ διαπρέπειν ζωῇ. ἐπειδὴ δὲ οἱ υἱοὶ, φησὶν, τοῦ ἐπικληθέντος θεοῦ, τουτέστι, τοῦ Ἑνὼς, τὰς ἐκ τοῦ Καῒν θυγατέρας τεθέανται, ἃς καὶ τῶν ἀνθρώπων θυγατέρας εἶπεν ἡ γραφή· εἶτα προσεφθάρησαν αὐταῖς, καὶ ἥττους γεγόνασιν αἰσχρῶν ἐπιθυμιῶν, εἰς τὰ ἐκείνων ἤθη μετετράπησαν. ὅθεν ἀγανακτήσας ὁ Θεὸς, παρεσκεύασε τὰς αἱρεθείσας
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.