Solutions (to the Heads) · §k02-rem-early

Kephalaion 2 rem early

Rem early: Kephalaion 2; historia and theoria toward orthodox doctrine.

Greek

"φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς "τὸν κόσμον." τίκτεται γὰρ τὸ ζῷον φυσικὴν ἔχον ἐπιτηδειότητα πρὸς τὸ ἀγαθόν. καὶ τοῦτο διδάξει γράφων ὁ πάνσοφος Παῦλος, ὅτι "αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ "ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς "περιπατήσωμεν." διοικεῖται μὲν γὰρ ὁ ἄνθρωπος προαιρετικῶς καὶ τὰς ἡνίας πεπίστευται τῆς αὐτοῦ διανοίας, ὥστε ἐφ' ὅπερ ἂν βούλοιτο τρέχειν, εἴτε πρὸς τὸ ἀγαθὸν, εἴτ' οὖν πρὸς τὸ ἐναντίον. ἔχει δὲ ἡ φύσις ἐγκαταβεβλημένην ἑαυτῇ καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ τὸ ἐπιμελεῖσθαι θέλειν ἀγαθότητος καὶ δικαιοσύνης. οὕτω γὰρ τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν γενέσθαι 553 φαμὲν, καθὸ καὶ ἀγαθὸν καὶ δίκαιον πέφυκεν εἶναι τὸ ζῷον. ἐπειδὴ δὲ ἐχρῆν οὐ λογικὸν εἶναι μόνον, καὶ ἐπιτηδείως ἔχον εἰς ἀγαθουργίαν καὶ δικαιοσύνην, ἀλλὰ γὰρ καὶ Ἁγίου Πνεύματος μέτοχον, ἵνα λαμπροτέρους ἔχῃ τῆς θείας φύσεως τοὺς χαρακτῆρας ἐν ἑαυτῷ, καὶ ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς. τοῦτο δέ ἐστι τὸ δι' Υἱοῦ τῇ λογικῇ κτίσει

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.