Solutions (to the Heads) · §k03-rem-mid

Kephalaion 3 rem mid

Rem mid: Kephalaion 3; lemma continues; spiritual reading with the letter.

Greek

εἰς τοῦτο παρήχθη παρὰ Θεοῦ, τὴν αὐτοῦ φοροῦσα μόρφωσιν καὶ τῆς ἀγαθότητος εἰκόνα. καὶ γὰρ ἦν ἅγιος ὁ πρῶτος τῆς ἀνθρώπου ζωῆς χρόνος· παρεισβαλούσης δὲ τῆς ἁμαρτίας, οἱ τῆς πρὸς Θεὸν ὁμοιώσεως χαρακτῆρες οὐκ ἔτι λαμπροὶ μεμενήκασιν ἐν ἡμῖν. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἁγία πάλιν ἡ ἀνθρώπου γέγονεν φύσις, ἀναμορφουμένη πρὸς αὐτὸν δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. οὕτω που φησὶν ὁ πάνσοφος Παῦλος ὅτι "̔Ημεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν "Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφού"μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. "ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν." οὐκοῦν ἀνανέωσις καὶ οἷον ἀναπλασμὸς τῇ ἀνθρώπου φύσει γέγονεν ἐν Χριστῷ, καταῤῥυθμιζομένης ἡμῶν τῆς σαρκὸς εἰς ἁγίαν ζωὴν ἐν Πνεύματι. εἰ δὲ ἔφη που τὸ ἱερὸν γράμμα, ὅτι πεποίηκεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα ἑαυτοῦ, σεσίγηκε δὲ τό Καθ' ὁμοίωσιν, ἐννοῆσαι χρὴ ὅτι ἠρκέσθη τό Κατ' εἰκόνα εἰπεῖν, ὡς οὐδὲν ἕτερον δηλοῦντος τοῦ καθ' ὁμοίωσιν. περιττὸν γὰρ τὸ

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.