Solutions (to the Heads) · §k04-open

Solutiones Kephalaion 4 opening

Kephalaion 4.

Lemma-led open — ποτὲ δὲ πάλιν

Greek

δόξῃ," ποτὲ δὲ πάλιν "Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ"σεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς "δόξης αὐτοῦ." ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω τοῦ εἶναι καθ' ὁμοίωσιν αὐτοῦ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ἡμῖν μορφοῦται διὰ τοῦ Ἁγίου Πνεύματος. γράφει γὰρ πάλιν Γαλάταις ὁ Παῦλος "Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ "Χριστὸς ἐν ὑμῖν." ὅταν γὰρ ἑαυτοὺς πιστοὺς καὶ ἁγίους τηρήσωμεν, τότε ἐν ἡμῖν ὁρᾶται μορφούμενος, καὶ ταῖς ἡμετέραις διανοίαις τοὺς ἑαυτοῦ χαρακτῆρας νοητῶς ἐναστράπτων. Ὅτι οὐκ ἐσμὲν, φησὶν, εἰκὼν Θεοῦ, ἀλλ' εἰκὼν εἰκόνος. ὁ μὲν γὰρ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, εἰκὼν αὐτοῦ ἐστιν· ὁ δὲ ἄνθρωπος οὐ τοῦ ἀρχετύπου εἰκὼν, ἀλλὰ τῆς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ, ὡς εἶναι ἡμᾶς εἰκόνα εἰκόνος. οὐ γὰρ

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.