Solutions (to the Heads) · §k06-open

Solutiones Kephalaion 6 opening

Kephalaion 6.

Lemma-led open — Ἐν τῇ ἀναστάσει οὔτε 560

Greek

πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποδυσάμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ Πνεύματος· κλόνος δὲ ὁ καταβιβάζων ἡμᾶς εἰς φαυλότητα οὐδεὶς ἔσται τὸ τηνικάδε, συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυτοῦ θέλημα τοῦ ∆ημιουργοῦ διὰ τοῦ Ἁγίου Πνεύματος, καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. τοιοῦτόν τι Χριστὸς ἀπεφήνατο εἰπών "Ἐν τῇ ἀναστάσει οὔτε 560 "γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν "τῷ οὐρανῷ." ∆ιὰ τί ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, πατρικὴν εὐθύνομεν δίκην, καὶ τὴν ἐκείνου παράβασιν ἕκαστος χρεωστεῖ· ἐν δὲ τῷ Χριστῷ ζωοποιηθεὶς ὁ ἐμὸς πατὴρ καὶ διὰ τοῦ Ἁγίου Πνεύματος καθαρθεὶς τῆς τε προπατορικῆς ὀφλήσεως καὶ τῆς ἰδίας πλημμελείας, οὐ μετέδωκέ μοι τῆς καθαρότητος τῷ γεννηθέντι, οὔτε ὤνησέ με τῆς εἰς αὐτὸν δικαιοσύνης ἡ χάρις, καίτοι ὑπερισχύουσα κατὰ τῆς ἁμαρτίας; ΕΠΙΛΥΣΙΣ. Ἐξετάσαι χρὴ πῶς εἰς ἡμᾶς ὁ προπάτωρ Ἀδὰμ παρέπεμψε τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τὴν παράβασιν δίκην. ἤκουσεν "Ὅτι γῆ εἶ καὶ εἰς γῆν

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.