Logos I rem CLOSEOUT
CLOSEOUT: it is better and more worthy to name God Father than merely unbegotten; the begotten Son is not thereby classed with the made. LOGOS I CLOSEOUT.
Greek
δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι' ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ' ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη, συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος οὐδέν. Καὶ ὁ μὲν Πατέρα λέγων, ἀφ' ὧν ἔστι σημαίνει Θεόν· ὁ δὲ ἀγένητον εἰπὼν, ἀφ' ὧν οὐκ ἔστιν· ἔστι μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι. Ὅτι δὲ μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον σημαίνεται Θεὸς, ἐκ τοῦδε γένοιτ' ἂν παντί τῳ σαφές. Εἴ τις γὰρ ἐκείνην τὴν ἄφραστον καὶ ἀκατάληπτον φύσιν καλοίη Θεὸν, ἀφ' ὧν ἔστιν ὀνομάζει καλῶς, καὶ Θεὸν εἰπὼν, πάντως ἐκείνην ἐσήμηνεν· εἰ δέ τις ἀφ' ὧν οὐκ ἔστιν ἐπιχειροίη σημαίνειν αὐτὴν, ἄκακον καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ἐν αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ' οὐ πάντως μηνύει τὸν Θεόν· εἰσὶ γὰρ καὶ ἐν ἀνθρώποις ἄκακοι καὶ ἀπόνηροι. Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους ἀγγέλους. Οὐκοῦν ἀφ' ὧν ἔστιν, ἢ ἀφ' ὧν οὐκ ἔστιν, ἀληθέστερον καὶ οἰκειότερον σημανθήσεται. ΑΛΛΟ. Ὁ μακάριος ∆αβὶδ ψάλλει, καί φησι πρὸς τὸν Υἱόν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ τοίνυν ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενον· ἄλλο γὰρ ἐν ἄλλῳ νοεῖσθαι χρή· μετέχει δὲ ἡ κτίσις τοῦ Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτίσιν· οὐκοῦν οὐδὲ γενητός. Εἰ δὲ οὐκ ἔστιν ἕτερος παρ' ἐκείνην ὁ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημένος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετάσχοι τοῦ ὅπερ ἐστὶν αὐτός;
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.