Thesaurus on the Holy Trinity · §logos-1-rem-early

Logos I rem early: Father-name vs unbegotten label

Early rem: Cyril presses that “unbegotten” is not a better or more proper name than Father. Calling God Father already includes that he is not a creature, while also naming the relation from which the Son is begotten.

Greek

Ὁ μακάριος Μωσῆς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἐξηγούμενος, εἰσφέρει λέγοντα Θεόν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἐν δὲ τῷ λέγειν, ἡμετέραν, πάλιν ἡ δυὰς σημαίνεται· συνόντος δηλονότι καὶ συνθεολογουμένου τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ ἐν ἑνὶ τῷ ἀνθρώπῳ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φαίνεται εἰκὼν, κατ' οὐδὲν ἄρα τῆς πρὸς ἀλλήλους διαλλάττουσιν ὁμοιότητος. Ἀνόμοιον δὲ γενητῷ τὸ ἀγένητον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, ἵνα μὴ ἀνόμοιος φαίνηται. ΑΛΛΟ. Λέγεται παρὰ ταῖς θείαις Γραφαῖς παντοκράτωρ καὶ Κύριος ὁ Πατήρ· ἀλλ' οὐχ ὡς ἕν τι τῶν κρατουμένων ἢ κυριευομένων νοεῖται καὶ ὁ Υἱὸς, διὰ τὸ πάντων κρατεῖν τε καὶ κυριεύειν ἐκεῖνον· κρατεῖ γὰρ πάντων καὶ κυριεύει μετὰ Πατρὸς, παντοκράτωρ καὶ αὐτὸς ὑπάρχων καὶ Κύριος. Ὥσπερ οὖν ἐν τούτοις οὐχ ὡς ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἀλλ' ἐπὶ τὴν τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται, οὕτω καὶ ἐπὶ ἀγενήτου, οὐ πρὸς τὸν Υἱὸν, ἀλλὰ πρὸς τὴν κτίσιν ἡ σύγκρισις, κἂν ἓν εἶναι λέγηται τὸ ἀγένητον· διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ. Ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἐν ἑαυτῷ συνεισφέρει· τὰ γὰρ τοιαῦτα δι' ἀλλήλων σημαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην. Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι' ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ' ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνε

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.