Logos 11 opening: consubstantial — 'the Father is greater than I'
Eleventh discourse. Consubstantial again, with John 14:28 (“the Father is greater than I”) in view.
“Greater” is read without unlikeness of nature; the Son remains of the Father’s own substance.
Greek
ΛΟΓΟΣ ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Ὁ Πατὴρ μείζων μού ἐστιν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.Τὰ τὴν αὐτὴν οὐσίαν λαχόντα, φησὶν, ὁμοφυῆ τε ὄντα οὐκ ἔχουσι καθ' ἑαυτῶν φυσικῶς τὸ μεῖζον, ἀλλ' οὔτε τὸ ἔλαττον. Οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλ' οὐδὲ ἵππος ἵππου τυχόν. Εἰ τοίνυν ἑαυτοῦ μείζονά φησιν ὁ Υἱὸς εἶναι τὸν Πατέρα, ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν εἴη μεῖζον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐκ ἄρα ὁμοούσιος αὐτῷ ἐστιν. Πρὸς τοῦτο λύσις. Ἔδει τοὺς χριστομάχους πανταχόθεν τὴν ἐν ταῖς θείαις Γραφαῖς ἀλήθειαν θηρᾶσθαι σπουδάζειν, τὰ περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάζοντας· οὐ πρὸς τὰς οἰκείας ἡδονὰς ἑαυτοῖς ἀναπλάττειν συλλογισμοὺς, καὶ πλοκὰς ἐπινοεῖν νοημάτων διεστραμμένων. Εἰ γὰρ σκανδαλίζονται λέγοντος τοῦ Υἱοῦ· Ὁ Πατήρ μου μείζων μού ἐστιν, ὠφελείσθωσαν ἀκούοντες περὶ αὐτοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ὃ δὴ τρανότατα καὶ Ἰωάννης φησίν· Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Εἰ τοίνυν, κατὰ τὴν τῶν ἁγίων φωνὴν, ἐν ἰσότητι τοῦ Πατρός ἐστι, πῶς ἔσται πρὸς αὐτὸν ἑτεροούσιος; Ἐροῦμεν γὰρ αὐτοῖς καὶ ἡμεῖς ὅτι τὰ ἰσότητι πρὸς ἄλληλα φυσικῶς κείμενα ἔσται πάντως καὶ ὁμοούσια· ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ. ΑΛΛΟ. Ἐπὶ τῶν ἀσωμάτων τὸ μεῖζον καὶ τὸ ἔλαττον οὐ μεγέθει κρίνεται, σωμάτων γὰρ ἴδιον τοῦτο, ἀλλὰ μόναις ἐννοίαις δοκιμάζεται. Ἔστω δὲ ὑπόδειγμα τῶν λεγομένων τὸ παρὰ τῷ Παύλῳ κείμενον· Τῷ μὲν γὰρ, φησὶ, δέδοται λόγος σοφίας παρὰ τοῦ Πνεύματος ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, καὶ πολλὰ πρὸς τούτοις ἕτερα θεὶς, ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Εἶτα πάλιν φησὶν ὅτι Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα. Ἆρ' οὖν διαφέρειν ὡς πρὸς ἑαυτὸ τὸ Πνεῦμα ἐροῦσιν, ἢ οὐχ ὅμοιον ἑαυτῷ κατὰ τὴν οὐσίαν εἶναι, ἐπειδὴ μικρὸν μὲν ἐν μικροῖς, μεῖζον δὲ ἐν μείζοσι φαίνεται, τὴν τῶν δεχομένων ἕξιν πληροῦν; Ἀλλ' οἶμαι μὴ τοσοῦτον ἕξω φρενῶν γενέσθαι τινὰ, ὡς τολμῆσαι καὶ τοῦτο εἰπεῖν. Οὐκοῦν τῆς ἀσωμάτου φύσεως οὐ δεχομένης ἐφ' ἑαυτῆς δι' ἑαυτὴν τὸ μεῖζον καὶ ἔλαττον, ὅταν λέγῃ Χριστὸς ἑαυτοῦ τὸν Πατέρα μείζονα, ἔσται πάλιν τῇ ἀνθρωπότητι πρέπων ὁ λόγος, οὐ τῆς θείας οὐσίας αὐτοῦ κατηγόρημα, ὡς ἐν ἐλάττοσι κειμένης, ἢ ἐν οἷς ἐστιν ὁ Γεννήσας αὐτόν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ ῥητόν. Λέγει που Χριστός· Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μού ἐστι.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.