Thesaurus on the Holy Trinity · §logos-11-rem-close

Logos 11 rem close CLOSEOUT

Rem CLOSEOUT: consubstantial holds with John 14:28. LOGOS XI CLOSEOUT.

Greek

ς ποιεῖτε τὰς τρίβους αὐτοῦ, πολλοὶ τῶν ἀκροωμένων, τὸν ἐν ἁμαρτίαις ἔτι καὶ ἀσχήμονα παραιτούμενοι βίον, ἐφέσει τε τῇ πρὸς τὸ ἄμεινον σὺν βίᾳ καὶ τόνῳ τὸν οἰκεῖον εἰς ἀρετὴν ἀναρυθμίζοντες τρόπον, γεννητοὶ Θεοῦ διὰ Πνεύματος ἀνεδείκνυντο, πεφωτισμένοι τὸν νοῦν καὶ κεκαθαρμένοι διὰ τοῦ ἁγίου βαπτίσματος. Ἢ εἴπερ οὐκ ὀρθῶς τε καὶ ἀναγκαίως εἰρῆσθαι τὰ τοιαῦτα δοκεῖ τοῖς τὴν ἑτέραν πρεσβεύουσι δόξαν, διδασκέτωσαν ὅτου δὴ χάριν ἐκ τῶν Ἰωάννου φησὶν ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, ὡς οὐδενὸς ἄρα πρὸ αὐτοῦ τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάσαντος. Ποῖ ποτε οὖν ἄρα τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; Τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; τότε δὴ πρῶτον τοῦ ἁρπάζεσθαι λαβούσης ἀρχὴν, ὅτε χρόνοις ὑστερήσας μακροῖς, ἀνεδείχθη μόλις ὁ Βαπτιστὴς, Μετανοεῖτε, λέγων· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἀλλ' ἔστιν εὐσύνοπτον, ὡς ηὐτρέπιστο μὲν τοῖς ἁγίοις τὸ ἐν βασιλείᾳ γίνεσθαι, καὶ πάλαι, ἄτε δὴ καὶ συμμόρφοις ὑπάρχουσι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, καὶ διὰ τοῦτο προεγνωσμένοις παρὰ τῷ Θεῷ καὶ Πατρί. Κατὰ δὲ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Πανταχόθεν τοίνυν ἀποδεδειγμένου σαφῶς τοῦ θεωρήματος, περιττὸν ἤδη φαίνεται τὸ μείζονά ποτε τοῦ Σωτῆρος ἔσεσθαι τὸν Ἰωάννην ὑπολαμβάνειν. Εἰ δὲ τοῦτο ἀληθὲς, λελύσθω πάλιν τῶν δι' ἐναντίας πρόβλημα.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.