Thesaurus on the Holy Trinity · §logos-12-rem-early

Logos 12 rem early

Rem early: mutual in-ness.

Greek

Ἀλλ' αὐτὸς ὁ Υἱὸς δύναμίς ἐστι καὶ σοφία τοῦ Πατρὸς, ἁγιάζων πάντα τὰ μετέχοντα αὐτοῦ ἐν Πατρὶ, αὐτὸς δὲ πάλιν οὐ κατά τινα μετουσίαν ἅγιος ὢν ὥσπερ ἡμεῖς, οὐδὲ κατὰ χάριν Υἱὸς κεκλημένος, ἀλλὰ γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἀΐδιον. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν Πατρὶ καθάπερ ἡμεῖς· ἡμεῖς μὲν γὰρ ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· ὁ δὲ κατὰ φύσιν Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς ἀεὶ ζώσης, ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, ζωὴ κατὰ φύσιν ἐστὶ, πάντα ζωογονῶν· οὐ κατὰ μετοχὴν ζωῆς ζωογονούμενος ὥσπερ ἡμεῖς. Ἢ γὰρ ἂν οὐκ ἂν εἴη κατὰ φύσιν ζωή. Τὸ γὰρ ἐπείσακτον καὶ ἔξωθεν προσπορισθὲν, οὐκ ἂν νοοῖτο κατὰ φύσιν προσὸν τῷ κεκτημένῳ. Λέγει δὲ ὁ Υἱός· Ἐγώ εἰμι ἡ ζωή. Οὐκ ἄρα, καθάπερ ἡμεῖς ἐν Θεῷ ζωογονούμεθα, ταυτὸν δὴ καὶ αὐτὸς τὸν τρόπον ζῇ καὶ ἔστιν· ἀλλ' ὄντως τοῦτο κατὰ φύσιν ὑπάρχων ὅπερ εἶναι φησὶν ἑαυτὸν, τουτέστι, ζωὴν, καὶ ὢν ἐν Πατρὶ φυσικῶς, ἕν τε ὑπάρχων ὡς πρὸς αὐτὸν διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἥτις ἐστὶν ἡ θεότης. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Ἑαυτὸν εἶναί φησιν ἐν Πατρὶ, καὶ ἐν αὑτῷ τὸν Πατέρα, διὰ τὸ μήτε τὸν λόγον, ὃν ἐποιεῖτο πρὸς ἅπαντας, μήτε μὴν τὰ ἔργα ἴδια αὐτοῦ εἶναι· ἀλλὰ τοῦ τὰ τοιαῦτα λαλεῖν ἐντειλαμένου Πατρὸς, καὶ τοῦ δεδωκότος τὴν δύναμιν εἰς, τὴν τῶν ἔργων συμπλήρωσιν. Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἐξέστω, καθ' ὑμᾶς, ὦ αἱρετικοὶ, καὶ ἑκάστῳ τῶν ἀγίων τὴν τοιαύτην ἀποφθέγγεσθαι φωνήν· ἐπεὶ καὶ αὐτοὶ θείων γεγόνασι ῥημάτων διάκονοι, καὶ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.