Logos 13 rem mid
Rem mid: immutability.
Greek
τὴν αὐτῶν ὁμολογίαν. Εἰ δὲ ἐπιμένουσιν ἀμαθῶς οἷς προτείνουσιν ἐνιστάμενοι, λεγέτωσαν ἡμῖν, εἰ μὴ ὁ ἄνθρωπος οὐσία ἐστί. Καὶ πάλιν ἐπειδήπερ λογικὸς ὁ ἄνθρωπος, ἔστω Θεὸς κατ' ἐκείνους ἄλογος, ἵνα παραιτῆται τὰ ἀνθρώπινα. Εἰ δὲ ἐν τούτοις ὄντων ἡμῶν, ἐν αὐτοῖς ἐστι καὶ Θεὸς, οὐ παραιτήσεται γεννᾷν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, ἐπειδήπερ οὕτω τίκτομεν ἡμεῖς. Ἔδει γὰρ μᾶλλον ἐννοεῖν ὅτι κατὰ μίμησιν τῆς θείας φύσεως οἱ κατ' εἰκόνα γεγονότες αὐτῆς, καὶ τοῦτο μετὰ τῶν ἄλλων κεκτήμεθα. Ἐπειδὴ δὲ τέτοκεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καὶ οὐκ ἔξωθεν ὑπεστήσατο, ἀνάγκη δοῦναι τὸ ὅμοιον αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ἡμεῖς, φασὶν, ὥσπερ ὕλῃ τινὶ ταῖς ἐκ τῆς σωματικῆς φύσεως χορηγίαις ἀποκεχρημένοι, τίκτομεν ἐξ ἑαυτῶν τὰ γεννήματα· κἄν τι τῶν ἔξωθεν κατασκευάζειν ἐθελήσωμεν, ὕλην λαβόντες τοῦτο ποιοῦμεν. Θεὸς δὲ παντελῶς ἀσώματος ὢν, ὕλης μέν τινος ἐξ ἑαυτοῦ χορηγίαν οὐκ ἔχει, ἵνα τέκῃ τὸν Υἱὸν, δημιουργεῖ δὲ ἐξ οὐκ ὄντων. Οὐκοῦν πάντα τὰ καθ' ἡμᾶς παραιτούμενος, οὔτε ἐξ ἑαυτοῦ προβάλλει τὸν Υἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν ὄντων· ἀλλ' ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρεθήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ φύσιν
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.