Thesaurus on the Holy Trinity · §logos-14-rem-mid

Logos 14 rem mid

Rem mid: no creaturely dependence.

Greek

ἂν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ' αὐτοῦ μόνον τάττοιτο. Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως. ΑΛΛΟ. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. ΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; Ἀλλ' οὐκ ἂν ψεύσαιτο ἡ ἀλήθεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ἄλλως τὸ αὐτό. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ' ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά; Ἢ γὰρ ἕξει κατὰ φύσιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός. Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ. Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑποστάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χαρακτήρ ΑΛΛΟ. Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ὁ Πατὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Φησί που Χριστός·

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.