Thesaurus on the Holy Trinity · §logos-15-rem-close

Logos 15 rem close CLOSEOUT

Rem CLOSEOUT: Prov 8:22 does not unmake the Son. LOGOS XV CLOSEOUT.

Greek

γνωσιν τοῦ πάντα εἰδότος Θεοῦ· ἵνα, καθάπερ ἤδη προείπομεν, ἀρχαιοτέραν ἔχωμεν τῆς κατά ρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νικήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι' Υἱοῦ. ΑΛΛΟ, ὡς ἐν ὑποδείγματι. Πῶς ἡμῖν προθεμελιοῦται ἡ τοῦ Θεοῦ σοφία πρὸ τοῦ αἰῶνος, ἀναγκαῖον ἰδεῖν. Ὥσπερ εἴ τις ἀρχιτέκτων σοφὸς οἴκου κατασκευῆς ἀρχόμενος, ἐννοήσας τε, κατὰ τὸ εἰκὸς, μή τι ἄρα καὶ πάθοι, προϊόντος τοῦ χρόνου, τῶν ὅσα πέφυκε γίνεσθαι περὶ τὰς τῶν οἰκοδομημάτων κατασκευὰς, θεμέλιον ἀῤῥαγῆ καταβάλλεται, καὶ ῥίζαν ὥσπερ ἀκλόνητον τοῖς ἔργοις ἐπινοεῖ, ἵν' εἴ τι καὶ πάθοι σωζομένην ἔχοντα τὴν ἀρχὴν, αὖθις ἐπ' αὐτῇ καὶ ἀναστῆναι δυνηθῇ· τὸν αὐτὸν δὴ τρόπον ὁ πάντων δημιουργὸς, τῆς ἡμετέρας σωτηρίας προεθεμελίωσε τὸν Χριστὸν, καὶ πρὸ τῆς τοῦ κόσμου κατασκευῆς, ἵν' ἐπειδήπερ συμβῇ πεσεῖν διὰ τὴν παράβασιν, αὖθις ἀνακτισθῶμεν ἐπ' αὐτῷ. Ὅσον μὲν οὖν εἰς βουλήν τε καὶ πρόθεσιν τοῦ Πατρὸς, καὶ πρὸ τοῦ αἰῶνος θεμελιοῦται Χριστός· τὸ δέ γε ἔργον οἰκείῳ γέγονε καιρῷ, οὕτως ἀπαιτούσης τῆς χρείας τοῦ πράγματος. Ἀνανεούμεθα γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.