Thesaurus on the Holy Trinity · §logos-16-rem-close

Logos 16 rem close CLOSEOUT

Rem CLOSEOUT: eternal undivided Son. LOGOS XVI CLOSEOUT.

Greek

ἄκων, αἱρετικὲ, τὴν ἔμφυτον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν, ἀγενήτως ἐνυπάρχειν αὐτῷ· ὅταν οὖν ἀκούσῃς ἀγένητον τὸν Υἱὸν, μὴ πάλιν λέγε· ∆ύο οὖν ἀγένητα. Αὐτὴν δὲ ταύτην τὴν ἐν Θεῷ σοφίαν καὶ δύναμιν ἀγενήτως τε καὶ ἀχρόνως ὑπάρχουσαν πιστεύομεν εἶναι τὸν Υἱὸν, ὃς καὶ πάντα δεδημιούργηκε, καὶ δι' ἡμᾶς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν. ΑΛΛΟ, ὡς ἐν ἐρωτήσεως σχήματι, ἀποδεικτικὴν ἔχον δύναμιν. ∆ιατί τὰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ; ἢ διατί πάλιν ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ ὁ Υἱὸς τῷ Πατρὶ συγκατονομάζεται; ∆ιατί δὲ γενητῆς ὑπάρχων φύσεως, καθ' ὑμᾶς, συναριθμεῖται τῷ κτίσαντι; Τίς δὲ χρεία τοῦ πεποιημένου εἰς τὴν τῶν πάντων τελείωσιν καὶ ἁγιασμόν; Πῶς δὲ βοηθὸν αὐτὸν ἐπικαλούμεθα; Καίτοι πολλὰ μὲν καὶ ἕτερα κτίσματα γεγονότα φαίνεται, ἀλλὰ τούτων οὐδὲν εἰς τὴν τῶν εἰρημένων χρείαν παραλαμβάνεται· μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνυπάρχων τῷ Πατρί. Ποῖον γὰρ ἔχει λόγον, εἰ μὴ Θεὸς ὑπάρχοι καὶ αὐτὸς, εἰς κτίστην καὶ κτίσμα τὴν πίστιν κυρήττεσθαι; ∆ιατί δὲ καὶ δημιουργὸς ὀνομάζεται, εἰ μὴ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ καὶ ὁ Πατήρ; Καὶ μὴν αὐτὸς ἔφησεν ὁ Υἱός· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Ἔχει δὲ ὁ Πατὴρ τὸ δύνασθαι δημιουργεῖν, τοῦτο καὶ ἐν Υἱῷ σώζεται. Ὁμοίως τὸ ἁγιάζειν, τὸ σώζειν, καὶ ὅσα πρέπει Θεῷ, πάντα δι' Υἱοῦ. Σύνεστι γὰρ ἀεὶ τῷ Πατρὶ, ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. Θεὸς ἄρα Υἱὸς, οὐ πεποιημένος, καθάπερ ἐκεῖνοι ψευδόμενοι λέγουσιν, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν γνήσιον γέννημα.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.