Logos 18 rem early
Rem early: vocabulary fork.
Greek
Εἰ δὲ ἔξωθεν τοῦτο ποιεῖ ὃ καὶ τίκτειν ἐξ ἑαυτοῦ δύναται, ἑνὸς ὄντος ἤδη τοῦ ἐπ' ἀμφοῖν τρόπου, πῶς τὸ ἐν ἑνὶ πράγματι συναχθὲν, δύο πραγμάτων ἂν ἔχοι προσηγορίας, εἰ μὴ ἄρα θατέρα αὐτῶν εἴη διεψευσμένη; ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα, κτίσμα δὲ, ὥς φασι, τὸ Πνεῦμα, δῆλον ὅτι καὶ γέννημα. Ἀλλ' εἰ μὲν Πατρὸς, οὐκέτι μονογενὴς ὁ Υἱός. Εἰ δὲ Υἱοῦ, ἔσται Υἱὸς Υἱοῦ, εἴπερ τὸ κτίσμα τοῦτο καὶ γέννημα τυγχάνει. Ὅτι μὴ τῷ κτίζειν τὸ γεννᾷν ταυτόν ἐστιν ἐπὶ Θεοῦ. Εἰ τὸ γεννᾷν καὶ τὸ ποιεῖν ταυτόν ἐστι παρὰ Θεῷ, γεννᾷ δὲ τὸν Υἱὸν ἀμεσιτεύτως, δῆλον ὅτι καὶ πάντα γεννᾷ ἢ ποιεῖ ἀμεσιτεύτως. Εἰ δὲ γεννᾷ μὲν οὐ διά τινος, οὐκέτι δὲ καὶ τὰ πάντα ποιεῖ ἀμεσιτεύτως, πῶς τὸ γεννᾷν ταυτόν ἐστι τῷ ποιεῖν παρὰ Θεῷ; Ποιεῖ δὲ σεισμὸν, λοιμὸν, κατακλυσμὸν, ταῦτα ἔσται γεννῶν ἃ ποιεῖ, εἴπερ τῷ ποιεῖν τὸ γεννᾷν ταυτόν ἐστι παρ' αὐτῷ. ΑΛΛΟ. Εἰ ὅθεν γεννᾷ Θεὸς, ἐκεῖθεν καὶ κτίζει, οὐδὲν ἀράχνου διοίσει, κατ' αὐτοὺς, τοῦ τὸ κτίζειν παρὰ τὸ γεννᾷν οὐκ ἄλλως ἔχοντος. Ἀλλ' οὗτος μὲν νόμῳ φύσεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ' αὐτῶν ἀτιμάζεται. ΑΛΛΟ. Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεν νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ' αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπει
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.