Thesaurus on the Holy Trinity · §logos-2-rem-close

Logos 2 rem close CLOSEOUT

Rem CLOSEOUT: unbegotten marks substance; it is not itself another substance. LOGOS II CLOSEOUT.

Greek

, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα. ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ' ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον. ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ' ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξεται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστροφήν· εἰ γὰρ τὸ ἀγένητον οὐσία, καὶ ἡ οὐσία ἀγένητον· ἀλλ' οὐκ ἀντιστρέφει. Οὐ γὰρ πᾶσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος· μόνῳ δὲ Θεῷ κατ' ἐξαίρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον· ἀλλ' ὅτι μὴ γεγένηται μόνον σημαίνει.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.