Logos 21 opening: Heb 3 — apostle and high priest; Son not made
Twenty-first discourse. On “consider the apostle and high priest of our confession,” gathering that the Son is neither made nor a creature.
If the Son were a product he would be numbered with all things; yet all things came to be through him, so he is not his own product.
Greek
ΛΟΓΟΣ ΚΑ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐ τόν· τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, ἕν τι καὶ αὐτὸν εἶναι τῶν πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεότητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι; Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται. ΑΛΛΟ. Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός. Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέντος, λέγει δὲ περὶ ἑαυτοῦ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν, 75.357 λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μηδὲν ἕτερον παρ' ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.