Logos 21 rem mid
Rem mid: solutions against creaturely readings.
Greek
ληθεύσει λέγων περὶ ἑαυτοῦ, ὅτι Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ; Ἢ πῶς ὁ ∆ανιὴλ οὐ ψεύσεται λέγων ὅτι αὐτῷ ἐδόθη ἡ κρίσις; Ἀληθεύει δέ· αὐτὸς γάρ ἐστιν ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς. Οὐκοῦν οὐ ποίημα, οὐδὲ τῶν πάντων ἓν, ἵνα μὴ ἄγηται καὶ αὐτὸς εἰς κρίσιν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ, Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐξῆς ἡ διάνοια τοῦ ῥητοῦ. Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ Ἀπόστολος, τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Ἦ ὅτε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνὴν, Ὁ Λόγος σὰρξ ἐγένετο. Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄνθρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι' αὐτοῦ καθαρίσῃ. Ἂν τοίνυν λέγηται περὶ Υἱοῦ ὅτι γέγονε πιστὸς, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος. Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα μορφῶν. Ὅνπερ γὰρ τρόπον ὁ Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὅτι οὐδὲν ἕτερον σημαίνειν βούλεται τὸ πιστὸς, ἢ ὅτι ἀληθινὸς καὶ ἀναλλοίωτος. Πιστὸς ὁ Σωτὴρ καλεῖται δικαίως, μίαν ὑπὲρ πάντων θυσίαν προσενεγκὼν, τὴν αὐτὴν ἀεὶ καὶ οὐκ 75.364 ἀλλαττομένην. Ἅπαξ γὰρ ἀποθανὼν ὑπὲρ ἡμῶν· οὐκ ὄψεται θάνατον ἐκ δευτέρου. Καὶ πάλιν ὁ Ἀπόστολος ἐπιστέλλων τισὶ λέγει· Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Πέτρος ὁμοίως· Ὥστε καὶ οἱ πάσχοντες πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν. Ὁ Ἀπόστολος Θεσσαλονικεῦσι· Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει. Καὶ ὁμοίως πρὸς ἑτέρους· Ε
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.